1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

85

ΣΠΟΡΑ∆ΗΝ Ἀμφίων Θηβῶν ἐβασίλευσεν, ὡς ἄλλοι· οὗτος ἐμυθεύετο κιθαρίζων θέλγειν τοὺς λίθους, οὓς εὐλόγως ὑποληπτέον ἠλιθίους τινὰς ἀνθρώπους. Ζῆθος δὲ καὶ Ἀμφίων ἀδελφοὶ ἦσαν ποιμένες λυρικοὶ καλούμενοι διὰ τὸ κιθαρίζειν ποιμενικῶς. Ὀρφεὺς Θρᾲξ ἐγνωρίζετο. τούτου μαθητὴς Μουσαῖος ὁ Εὐμόλπου υἱός. Τὰ κατὰ Ὑψιπύλην ἐν Λήμνῳ καὶ Σφίγγα, ἣν Παλαίφατος Κάδμου γυ ναῖκά φησι γενομένην διὰ ζῆλον Ἁρμονίας ἀποστᾶσαν Καδμείοις πολεμεῖν. τά τε περὶ Οἰδίπου, ὡς εἷλεν αὐτήν, καὶ τὰ κατὰ τὴν Ἀργῶ καὶ τοὺς Ἀργοναύτας, ἐν οἷς ἦσαν Ἡρακλῆς καὶ οἱ ∆ιόσκοροι καὶ Ἀσκληπιός. εἰ δὲ τούτοις οἱ ∆ιόσκοροι συνήκμαζον, πῶς δύναται τούτων εἶναι ἀδελφὴ Ἑλένη, εἰ μή που μετὰ πολλὰ ἔτη παρθένος ἁρπάζεται ὑπὸ Θησέως; 184 Ἐν Ἄργει ἱεράτευσεν Ὑπερμνήστρα ∆αναοῦ. Ζῆθος καὶ Ἀμφίων Κάδμον ἐκβαλόντες Θηβῶν ἐβασίλευσαν. Κρήτης ἐβασίλευσε Λάπις. Κρήτης ἐβασίλευσεν Ἀπτέρας, ὃς καὶ τὴν πόλιν ἔκτισεν.

ΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀθηναίων βʹ ἐβασίλευσε Κραναὸς αὐτόχθων ἔτη θʹ. τοῦ

δὲ κόσμου ἦν ἔτος γζεʹ. Κραναοῦ τούτου δευτέρου βασιλέως τῆς Ἀττικῆς θυγάτηρ ἦν Ἀτθίς, καθ' ἣν Ἀττικὴ ἡ χώρα ὠνομάσθη, πρότερον Ἀκτὴ λεγομένη. Κατὰ τοῦτον τὸν Κραναὸν ὁ ἐπὶ ∆ευκαλίωνος κατακλυσμὸς ἐν Θεσσα λίᾳ καὶ ὁ ἐπὶ Φαέθοντος ἐμπρησμὸς ἐν Αἰθιοπίᾳ. πολλαὶ δὲ καὶ ἄλλαι γε γόνασιν Ἕλλησι τοπικαὶ φθοραί, ὡς Πλάτων ἐν Τιμαίῳ. Ἀπὸ δὲ Ἕλληνος τοῦ ∆ευκαλίωνος Ἕλληνες οἱ Γραικοὶ καλοῦνται. Ἀθηναίων γʹ ἐβασίλευσεν Ἀμφικτύων ἔτη ιʹ, υἱὸς ∆ευκαλίωνος, γαμ βρὸς Κραναοῦ. τοῦ δὲ κόσμου ἦν ἔτος δδʹ. Κατὰ Ἀμφικτύωνα τὸν ∆ευκαλίωνος υἱόν τινές φασι ∆ιόνυσον εἰς τὴν Ἀττικὴν ἐλθόντα ξενωθῆναι Σημάχῳ καὶ τῇ θυγατρὶ αὐτοῦ νεβρίδα δωρή σασθαι. ἕτερος δ' ἦν οὗτος ἐκ Σεμέλης. Ἀθηναίων δʹ ἐβασίλευσεν Ἐριχθόνιος ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος διδʹ. Οὗτος Ἐριχθόνιος Ἡφαίστου ὁ παρ' Ὁμήρῳ Ἐρεχθεύς ἐστιν. Ἐριχθνιος ἅρμα πρῶτος Ἕλλησιν ἐφεῦρεν. ἦν γὰρ παρὰ βαρβάρων. Ἀθηναίων εʹ ἐβασίλευσε Πανδίων ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δξδʹ. Τούτου θυγατέρες Πρόκνη καὶ Φιλομήλα τοῦ Πανδίονος.

ΣΠΟΡΑ∆ΗΝ Λακεδαιμονία ἐκτίσθη ὑπὸ Λακεδαίμονος τοῦ ἐκ Μεσσήνης.

Ἔπαφος Ἰοῦς τῆς δευτέρας καὶ ∆ιὸς υἱὸς Μέμφιν ἔκτισεν ἐν Αἰγύπτῳ. 185 Ἀρκὰς ὁ Καλλιστοῦς καὶ ∆ιὸς υἱὸς Πελασγῶν κρατήσας Ἀρκαδίαν τὴν χώραν μετωνόμασε. ∆άρδανος ἔκτισε ∆αρδανίαν. Κάδμος Θηβαίων ἐβασίλευσεν, οὗ τῆς θυγατρὸς Σεμέλης υἱὸς ὁ ∆ιόνυσος ἐκ μοιχείας, ὃν Ἕλληνες ∆ιός φασι μυθικῶς. Κατὰ τούτους Λίνος καὶ Ἀμφίων καὶ Ζῆθος λυρικοὶ Θηβαῖοι καὶ μουσ ουργοὶ ἐγνωρίζοντο, ὥς τινες· ἄλλοι δὲ μετὰ ταῦτα. Φοῖνιξ Τυρίοις ἐβασίλευσε. Μίνως Κρήτης ἐβασίλευσεν ὁ Εὐρώπης. Ῥαδάμανθυς καὶ Σαρπηδὼν Λυκίων ἦρχον. Ἀμφίων καὶ Ζῆθος Θηβαίων ἑπταπύλων ἐβασίλευον. ∆αρδανίας Ἐριχθόνιος ∆αρδάνου ἐβασίλευσεν. Εὐρώπης ἁρπαγή. Ἁρμονία ἡρπάγη ὑπὸ Κάδμου. Οἱ Ἰδαῖοι ∆άκτυλοι λεγόμενοι, οἱ σίδηρον εὑρόντες, κατὰ τούτους ἦσαν. Μῆλος καὶ Θάσος καὶ Ἀλκισθὴ ἐκτίσθησαν καὶ Πάφος. Βιθυνία ἐκτίσθη ὑπὸ Φοίνικος, ἡ πρὶν Μαριανδηνὴ καλουμένη. Ἐφύρα ἡ νῦν Κόρινθος ὑπὸ Σισύφου ᾠκίσθη. Κόρης ἁρπαγὴ Περσεφόνης ὑπὸ Ἀιδωνέως τοῦ Μολοσσῶν βασιλέως, ὃς εἶχε κύνα παμμεγέθη τὸν λεγόμενον Κέρβερον, ᾧ τὸν Πειρίθουν ὕστε ρον διεχρήσατο παραγενόμενον ἐφ' ἁρπαγῇ τῆς γυναικὸς ἅμα Θησεῖ. Θη σέα δὲ παρατυχὼν Ἡρακλῆς ἐρρύσατο μέλλοντα συνδιαφθείρεσθαι τῷ Πειρίθῳ. διὰ δὲ τὸ τοῦ κινδύνου προῦπτον ἐξ Ἅιδου νομίζεται Θησεὺς ἀνεληλυθέναι, ὡς Φιλόχορος ἱστορεῖ ἐν Ἀτθίδος δευτέρῳ. Ἐλευσῖνος πόλεως Κελεὸς ἐβασίλευσε, καθ' ὃν Τριπτόλεμος ἦν, ὅν φη σιν ὁ Φιλόχορος μακρῷ πλοίῳ προσβαλόντα ταῖς πόλεσι τὸν σῖτον διδόναι, ὑπονοεῖσθαι δὲ πτερωτὸν ὄφιν εἶναι τὴν ναῦν· ἔχειν δέ τι καὶ τοῦ