85
μέγα λογαριαστὰ» εἶπε «τὸ μὲν ἁμαρτάνειν τινὰ καὶ τὸν πλησίον ἀδικεῖν καὶ πλεονεκτεῖν, θαυμαστὸν οὐδέν· ἄνθρωποι γὰρ ἅπαντες τοῖς ὁμοίοις ὑποκείμεθα πάθεσι καὶ πρὸς κακίαν πρόχειροι μᾶλλον ἢ πρὸς ἀρετήν ἐσμεν· τὸ δ' ἀδικοῦντα καὶ ἐπιορκοῦντα καὶ ψευδόμενον, ἔπειτα δόλους ῥάπτειν καὶ συκοφαντίας καὶ παντὶ σθένει πειρᾶσθαι τὰς αἰτίας εἰς τοὺς ἀθώους περιτρέπειν, ὡς ἂν πρὸς τῷ ἀποκτεῖναι καὶ δίκαια δοκῇ ποιεῖν, οὐκ ἀνθρώπου πάντως, ἀλλὰ τοῦ ἐξ ἀρχῆς ἔργον ἀνθρωποκτόνου.» παρὼν δὲ καὶ ὁ λογοθέτης τοῦ στρατιωτικοῦ Θεόδωρος ὁ Καβασίλας, συνετὸς μὲν ὢν καὶ σοφὸς καὶ παρὰ τῷ πρεσβυτέρῳ βασιλεῖ πολλῆς ἀπολαύων εὐμενείας καὶ οἰκειότητος, οὐδὲν δὲ ἧττον καὶ παρὰ τῷ νέῳ, ἐκ τῶν ἀπεσταλμένων παρὰ βασιλέως ὢν, καὶ φίλος ἐς τὰ μάλιστα Κωκαλᾷ, τὸν νέον βασιλέα ἰδὼν πρὸς τοὺς διαβάλλοντας διαταραχθέντα καὶ βουληθεὶς εὐτραπελίᾳ λόγων τὸ βασιλέως ἦθος εἰς ἡμερότητα μεταβαλεῖν, «οὐ θαυμάζειν» εἶπεν «ὦ βασιλεῦ, χρεών· τοιαῦτα γὰρ τὰ τοῦ πλάνου ἔνεδρα καὶ σκάμματα.» ἦν γὰρ δὴ ὁ Κωκαλᾶς ἐν ταῖς παιδιαῖς ὑπὸ τῶν ἡλικιωτῶν πλάνος ὠνομασμένος. καὶ ἔδοξε καιρίως εἰρῆσθαι· μετέβαλε γὰρ τὸ τοῦ βασιλέως ἦθος ἐκ τοῦ ἐμβριθοῦς πρὸς μειδίαμα σεμνόν. ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. τοῖς δ' ἀρχιερεῦσιν ἐκέλευεν ὁ βασιλεὺς, εἰ ἀδικῶν αὐτὸς καὶ ἐπιορκῶν φαίνοιτο, καταψηφίζεσθαι. οἱ 1.241 δ' ἔφασαν, ἔχειν μὲν αὐτοῦ καταψηφίζεσθαι μηδὲν, δεῖσθαι δὲ μόνον αὐτοῦ, τρόπους τινὰς καὶ ἐπινοίας, ὥσπερ καὶ πρότερον, ἐξευρεῖν, ἐξ ὧν ἂν τὰ προσδοκώμενα κακὰ διαλυθείη. «καὶ σφόδρα γε» εἶπεν ὁ βασιλεὺς «μηδὲ τὴν ἀρχὴν ἐβουλόμην τὸν πόλεμον κεκινῆσθαι, ἢ κινηθέντα τάχιστα καταλυθῆναι. ὅτι δὲ οὐχ ὑπόκρισις οὐδ' εἰρωνεία τὰ τοιαῦτα, ἐξ αὐτῶν τῶν πραγμάτων ἐναργῆ πάρεστι τὴν ἀπόδειξιν λαβεῖν· τρίτον γὰρ ἤδη μῆνα κάθημαι ἐνταῦθα δεόμενος βασιλέως, τὸν πόλεμον καταθέσθαι καὶ μὴ διὰ φιλονεικίαν τὴν Ῥωμαίων ἡγεμονίαν περιϊδεῖν ἀνηκέστοις κακοῖς περιπεσοῦσαν· ἀλλ' οὐδεὶς ὁ εἰσακούων· καὶ ταῦτα πεπεισμένος φανερῶς, ὡς ἐπιβουλεύομαι, μηδὲν ἀδικῶν. οὐ γὰρ πάνυ ἀγνοῶ, ὅτι μὴ ταῦτα μόνον, ἅπερ ἀκηκόατε, γράμματα ἐπέμφθησαν κατ' ἐμοῦ, ἀλλ' ἐκ πολλῶν τῶν διασωθέντων ἑάλωσαν ὀλίγα. τῷ σφόδρα δὲ βούλεσθαι τὴν εἰρήνην, τήν τε ἐμαυτοῦ καὶ τῶν συνόντων ἀσφάλειαν τιθέμενος ἐν δευτέρῳ, θεῷ δὲ μόνῳ τὰς ἐλπίδας ἀναθεὶς, ὃν εὐορκῶ, κατὰ τὸ ἐνὸν ἐμοὶ τὰ προσδοκώμενα κακὰ ἐκ μέσου ποιεῖν πειρῶμαι. ἡγοῦμαι δὲ, ἂν καὶ βασιλεὺς ἐθελήσῃ τῶν ὀφειλομένων χρημάτων τὰ ἡμίση ἀποδοῦναι τῇ στρατιᾷ, ἐκείνους τε μηδὲν πλέον πολυπραγμονήσειν ἀγαπήσαντας, καὶ ἡμᾶς τῶν ἐκ τοῦ πολέμου προσδοκωμένων ἀπαλλάξεσθαι κακῶν.» εἰπόντων δὲ τῶν ἀρχιερέων, ὡς νῦν μὲν οὐκ ἂν εἴη ῥᾴδιον ἀπορίᾳ χρημάτων τοσαῦτα ὄντα ἀποδοθῆναι, ὅσα δ' ἂν ἐξῇ λαβόντας νῦν, τὰ λειπόμενα 1.242 κομίσασθαι χρόνῳ ῥητῷ· «οὐκοῦν» ὁ βασιλεὺς ἔφη «εἰ τοῦτο δυσχερὲς δοκεῖ, καὶ τὰ ἡμίση καταλιπόντες τούτων, τῷ τετάρτῳ μορίῳ τοῦ ὅλου ἀρκεσθησόμεθα τῆς εἰρήνης καὶ τῆς ὁμονοίας χάριν.» οἱ δὲ ἀκούσαντες ἐπῄνεσάν τε ὡς κρείττω χρημάτων τὸν βασιλέα, καὶ ἀναμφιβόλως ἔφασκον ἀποδοθήσεσθαι τὰ εἰρημένα. ὡς δὲ εἶδεν ἐπὶ τούτοις συνθεμένους, βουλόμενος ὁ βασιλεὺς, ὡς καὶ τῶν πᾶσι δοκούντων μετριωτάτων διὰ τὸ τὸν πόλεμον καταλυθῆναι ἐξίσταται ἑκὼν, ποιῆσαι φανερὸν, «δέον» ἔφη «καὶ ὑμῖν, κατά τε τὴν ὁδὸν πεπονηκόσι καὶ ἀσιτίᾳ προσταλαιπωρήσασιν ὅλην τὴν ἡμέραν, χάριν καταθεῖναί τινα. οὐκοῦν καὶ τὸ τέταρτον τῶν ὀφειλομένων χρημάτων ἀφίημι ὑμῶν χάριν, καὶ οὐδὲν παρὰ βασιλέως ἀπαιτῶ πλὴν ὅσα οἱ τὰ δημόσια διοικοῦντες αἰτίας τινὰς πλασάμενοι ψευδεῖς, ἀποστερήσαντες βασιλέως ἔχουσιν αὐτοὶ, ἀποδείξεως γενομένης ἐναργοῦς, ταῦτα λαβόντα διανεῖμαι τῇ στρατιᾷ μικρᾶς ἕνεκά τινος παραμυθίας. μὴ θαυμάσητε δὲ, εἰ περὶ τοῦ μὴ δεῖν ἐπὶ ταῖς ἑτέρων κακοπραγίαις ἕτερον μεγαλοψυχεῖν καὶ φιλοτιμεῖσθαι πολλὰ πρότερον εἰπὼν, νῦν οὕτω ῥᾳδίως τὰ τοῖς στρατιώταις ὀφειλόμενα χρήματα πρόειμαι. ἐὰν γὰρ