85
ουσαν πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδας δώδεκα, χωρὶς τῶν τῆς ἀποσκευῆς· καὶ ἐστρατοπεδεύσατο παρ' αὐτῇ. ειτα εγνω μὴ πολεμεῖν, ἀλλὰ τὰ υδατα προκαταλαβεῖν οθεν ὑδρεύοντο, ιν' ἐκλιπόντες τῇ δίψῃ διαφθαρῶσιν η τὴν πόλιν αὐτῶν παραδώσουσι. καὶ περιέστησε μέρος τῆς στρατιᾶς τοῖς υδασι φύλακας. ἐπὶ δὲ τέσσαρσι καὶ τριάκοντα ἡμέραις περικαθημένων τῶν ἐναντίων αὐτούς, ἐξέλιπε σφίσι τὸ υδωρ, καὶ ἠθροίσθη πρὸς τοὺς αρχοντας ὁ λαός, καὶ ἠξίουν ἐκδοῦναι τὴν πόλιν τοῖς ἐναντίοις καὶ ἑαυτούς, ιν' η δουλεύσωσιν ἐκείνοις καὶ ζήσονται η κατασφαγέντες ἀπαλλαγῶσι τῶν ἀλγεινῶν. ̓Οζίας δὲ ὁ τῶν τῆς πόλεως πρόκριτος "ετι" ειπεν, "ἀδελφοί, μείνωμεν πέντε ἡμέρας, καὶ 1.214 εἰ μὲν ηξει ἡμῖν βοήθεια ἐκ θεοῦ· εἰ δ' ου, ποιήσω κατὰ τὴν συμβουλίαν ὑμῶν." Ην δὲ ἐν τῇ πόλει ἐκείνῃ γυνὴ ῃ ονομα ̓Ιουδήθ, καὶ ἡ γυνὴ χήρα, καὶ αυτη σώφρων καὶ συνετὴ καὶ ὡραία τῇ οψει. ἀκούσασα τοίνυν τὰ δεδογμένα τῷ λαῷ καὶ τοῖς αρχουσι, μετεπέμψατο τὸν ̓Οζίαν καὶ τοὺς λοιποὺς τῆς πόλεως αρχοντας, καὶ ἐμέμψατο αὐτοῖς ὡς πειράζουσι τὸν θεὸν οτι ειπον παραδώσειν τὴν πόλιν τοῖς ἐναντίοις μετὰ πέντε ἡμέρας, εἰ μὴ ἐν αὐταῖς ηξει τις αὐτοῖς βοήθεια ἐκ θεοῦ. οἱ δὲ καλῶς μὲν αὐτὴν συνέθεντο λέγειν, ἀντέθεντο δὲ τὴν δίψαν τοῦ λαοῦ καὶ τὴν βίαν τὴν ἐξ αὐτοῦ. κἀκείνη στῆναι αὐτοὺς τὴν νύκτα ἐπὶ τὴν πύλην τῆς πόλεως ἐνετέλλετο, αὐτὴ δὲ ελεγεν ἐξελεύσεσθαι μετὰ τῆς αβρας αὐτῆς, μὴ μέντοι αὐτοῖς ἐρεῖν τὸ παρ' αὐτῆς μελετώμενον, εως ου πρὸς πρᾶξιν κατευθυνθῇ. καὶ ειπον αὐτῇ "πορεύου." καὶ οἱ μὲν ἀπῆλθον, ἡ δὲ πρὸς παράκλησιν ἐτράπη τὴν πρὸς θεόν. ειτα ἀποθεμένη τὴν πενθήρη στολὴν τῆς χηρεύσεως, καὶ τὸ σῶμα περικλύσασα υδατι καὶ μύρῳ χρισαμένη, στολὴν μετενέδυ εὐφρόσυνον καὶ κόσμον ἑαυτῇ περιέθετο. καὶ καλλωπισθεῖσα πρὸς τὸ ἐπαγωγότερον εδωκε τῇ θεραπαίνῃ φέρειν ἐν ἀγγείοις οινον καὶ ελαιον καὶ πήραν ἀλφίτων πλήρη καὶ παλάθης καὶ αρτων, καὶ ἐξῆλθε τῆς πόλεως αὐτὴ καὶ ἡ παιδίσκη αὐτῆς ἀπιοῦσα πρὸς τὴν τῶν ἐναντίων παρεμβολήν. καὶ ἐντυχοῦσα τῇ τῶν ̓Ασσυρίων προφυλακῇ κατεσχέθη καὶ ηχθη πρὸς ̓Ολοφέρνην. ὁ δὲ αὐτῆς τὸ κάλλος ἐθαύμασε καὶ ειπεν αὐτῇ "μὴ φοβοῦ· ηκεις γὰρ εἰς σωτηρίαν." εφη δὲ αὐτῷ ἡ γυνή "δέξαι τοὺς 1.215 λόγους μου, κύριε, καὶ ὁ λόγος ον ἐλάλησεν ̓Αχιὼρ ητω ἐν τῇ καρδίᾳ σου· εστι γὰρ ἀληθής· οτι ἐὰν μὴ ἁμάρτωσιν οἱ υἱοὶ ̓Ισραήλ, οὐ κατισχύσει ῥομφαία αὐτῶν, νῦν δὲ ἐπεὶ ἐξέλιπεν αὐτοὺς τὰ βρώματα καὶ τὸ υδωρ, ἐβουλεύσαντο καὶ τῶν τῷ νόμῳ ἀπηγορευμένων αψασθαι, καὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τὰς δεκάτας τοῦ οινου τὰς τοῖς ἱερεῦσι τετηρημένας, ων οὐδὲ ψαῦσαι θεμιτὸν ἑτέρῳ, δαπανῆσαι κεκρίκασι. ταῦτα δὲ καὶ τῶν τὴν ̔Ιερουσαλὴμ οἰκούντων βεβουλευμένων ἐστάλκασι πρὸς τὴν ἐκεῖ γερουσίαν, αφεσιν ἐπὶ τούτοις αἰτούμενοι. καν ουτω παρανομήσωσιν, οὐκ εσται σφίσιν αμυνα ἐκ θεοῦ, καὶ εἰς ολεθρον ἐκδοθήσονται. απερ αὐτὴ ἐπιγνοῦσα ἀποδιδράσκω τῆς πόλεως, ιν' ἐκφύγω τὸν ολεθρον. καὶ νῦν μενῶ παρὰ σοί, δέσποτα, καὶ ἐξελεύσομαι κατὰ νύκτα εἰς τὴν φάραγγα, καὶ προσεύξομαι πρὸς τὸν θεόν, καὶ ἐρεῖ μοι πότε ἡμάρτοσαν, κἀγώ σοι ἀναγγελῶ, καὶ αξω σε διὰ τῆς ̓Ιουδαίας εως ̔Ιερουσαλήμ, καὶ θήσω τὸν θρόνον σου ἐν μέσῳ αὐτῆς." καὶ ηρεσαν ̓Ολοφέρνῃ οἱ λόγοι αὐτῆς, καὶ ἐκέλευσεν εἰσαχθῆναι αὐτὴν εἰς τὴν σκηνὴν τοῦ ταμείου αὐτοῦ καὶ δοθῆναι αὐτῇ φαγεῖν. ἡ δέ "οὐ φάγομαι" εφη "ἐκ τῶν ἐδεσμάτων ὑμῶν, μή μοι γένηται σκάνδαλον, ἀλλ' ἐξ ων ἐπιφέρομαι τραφήσομαι." καὶ ειπεν αὐτῇ ̓Ολοφέρνης "εἰ δὲ ἐκλίποι ταῦτα, πόθεν σοι τοιαῦτα χορηγηθήσεται;" ἡ δέ "ζῇ ἡ ψυχή σου, κύριέ μου" ἀνταπεκρίνατο, "οτι οὐ πρότερον ἐκλείψει μοι τὰ ἐδώδιμα πρὶν αν ὁ θεὸς ἐν χειρί μου ποιήσῃ α ἐβουλεύσατο." μεσούσης δὲ νυκτὸς ᾐτήσατο ἐπὶ τὴν φάραγγα πρὸς προσευχὴν ἐξελθεῖν, καὶ ̓Ολοφέρνης ἐπέτρεψε· καὶ ἐπὶ τρεῖς ἡμέρας ουτως ἐποίει. καὶ τῇ τετάρτῃ ἡμέρᾳ πότον ἡτοίμασεν ̓Ολοφέρνης, καὶ ειπε 1.216 τῷ εὐνούχῳ Βαγώᾳ, ος ην ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ, "πεῖσον δὴ τὴν γυναῖκα τὴν ̔Εβραίαν τοῦ