85
κεχωρισμένους χιτῶνας διαφάρους φαμέν. Αφαλοσ. περικεφαλαία μὴ εχουσα ἀσπιδίσκια η τριχώσεις. ̓Αφασία. ἀμουσία. παρὰ τὸ μὴ δύνασθαι λαλεῖν. ̓Αφή. ἡ ψηλάφησις. ἡ χεὶρ καὶ ἡ χροιὰ τῆς λέπρας. ̓Αφετηρία. ἀρχή. θύρα τοῦ ἱπποδρομίου· τὸ κάγκελον. Αφιξισ. ελευσις. Αφοδοσ. ἀναχώρησις. ὡς καὶ εφοδος ἡ ἐπέλευσις. alpha.354 ̓Αφοβία. εξις, καθ' ην ἀνέκπτωτοι ἐσμὲν πρὸς φόβον. ̓Αφορία. βλάβη τῶν καρπῶν τῆς γῆς, ἀκαρπία. ̓Αφοσίωσισ. θυσία, καθιέρωσις. ̓Αφραδία. ἀβουλία. ἀπὸ τοῦ φράζω, εφραζον, φραδία καὶ ἀφραδία. ̓Αφραστύεσ. ἀσυνεσίαι. ̓Αφύαι. οἱ εγγραυλοι. ̓Αφυΐα. ἡ πρὸς τὰ προκείμενα μαθήματα σκληρότης. ̓Αφοσίωσισ. τοῦ Ψελλοῦ· ἡ δέ γε ἀφοσίωσις ποίησις τῆς οὐσίας. (Οὐδέτερον.) Αφαντον φῶσ. τὸ ἐκ πυρίτου λίθου. ἀλλ' ἐν πετράσι πέτραν ἐκθλίβων μόλις ἐφὰν η αφαντον φῶς. ̓Αφανέσ. σκοτεινόν. ̓Αφαίζημα. ἀνάθημα, δῶρον. alpha.355 Αφατον. αλεκτον, ἀμέτρητον, αῤῥητον, πολύ. ̓Αφίδρυμα. ἱερὸν τὸ εἰς τὸν ναὸν ειδωλον. Αφιππα. χωρία, ἐν οις αν μὴ ἐστὶν ἱππᾶσθαι. ὁ δὲ ἐκκλίνει πρὸς τὰ δυσχερέστατά τε καὶ ἀναντία καὶ αφιππα. Αφθιτον. τὸ αφθαρτον. Αφθονα. τὰ μὴ φθονούμενα, καὶ τὰ πολλά. Αφθαρτον. κυρίως τὸ ἀπαθὲς, καὶ αϋλον, καὶ ἀψηλάφητον. αφθαρτόν ἐστι τὸ ὑφ' ἑτέρας οὐσίας βλαβῆναι μὴ δυνάμενον. αφθαρτόν ἐστι τὸ κατὰ πάντα αῤῥευστον καὶ ἀνενδεὲς καὶ ατρωτον. τὸ δὲ πανάγιον σῶμα τοῦ Χριστοῦ καὶ πέπονθε καὶ ἐτρήθη τοῖς ηλοις καὶ τῇ λόγχῃ, καὶ αιμα καὶ υδωρ ἐξήγαγε, καὶ ἐκ ζωῆς νεκρὸν γέγονε. λοιπὸν ἡνίκα ἀκούσῃς διδασκάλου λέγοντος, αφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ ὑπάρχον πρὸ τοῦ σταυροῦ, νόησον, οτι κατὰ τὴν φθορὰν τῆς ἁμαρτίας λέγει τὸ αφθαρτον, ητοι ἀμίαντον, καὶ οὐ κατὰ λεπτότητα τινὰ καὶ ἀλλοτριότητα τῶν ἡμετέρων σωμάτων. Αφλαστα. τὰ ἀκροστόλια τῆς νηὸς, οιον· αφλαστα καὶ φυσσῶνας ὀργυωμένους. κατὰ ἀντίφρασιν· αθλαστα γὰρ κατὰ μετάθεσιν τοῦ ˉθ εἰς ˉφ. οπερ λέγεται καὶ κορώνη. λέγεται κορώνη καὶ ἐπὶ τοῦ κρίκου τῆς θύρας· καὶ τὸ ἐν βίβλοις ἐπικαμπὲς σχῆμα. ̓Αφόρδιον. ἡ ἀκαθαρσία καὶ τὸ αξιον ἀπελασίας. παρὰ τὸ ἀφορίζω ἀφορίζιον καὶ ἀφορίalpha.356 διον καὶ κατὰ συγκοπὴν ἀφόρδιον, τὸ ἀφορίζεσθαι αξιον. ̓Αφορολόγητον. τὸ μὴ τελοῦν φόρον. ̓Αφόρητον. ἀβάστακτον, δεινόν. Αφραστον. ἀνεκδιήγητον. ̓Αφροδίσιον. εργον ̓Αφροδίτης. λαμβάνεται καὶ ἐπὶ τῶν λάγνων, καὶ ἐρωτικῶς *περὶ τῆς συνουσίας καὶ σφοδρῶς* διακειμένων. ̓Αφριόεν. ἀφρωδῶς. ἀφριόεν κοναβηδὸν ἐπιπρίουσα γένειον. Αφυκτον. ο οὐκ εστιν ἐκφυγεῖν. ̓Αφύσγετον. τὸ ἰλυῶδες καὶ συρφετόν. παρὰ τὸ ἀφύω, ἀφ' ου τὸ ἀφύσσω. ὡς ὑλάω, ὑλάσσω, ὀδύω, ὀδύσσω. γίνεται ἀφύγετος, ὡς πήσσω, παγετὸς, καὶ πλεονασμῷ τοῦ ς ἀφύσγετος. η παρὰ τὸ φεύγω, φευκτὸς, ὡς εχω, ἑκτός· καὶ κατ' ενδειαν τοῦ ˉς φυκτὸς καὶ αφευκτος. ̓Αφαιρέματα. τὰ ἀπὸ τῶν ἱερείων ἀφαιρούμενα μέρη, οιον τὸ στηθύνιον, τὸν δεξιὸν βραχίονα καὶ τὸν λοβὸν τοῦ ηπατος. τοῦ θεολόγου· οσα γε περὶ τῶν θυσίων κεκαθαρμένα καὶ ἀφαιρεμάτων νενομοθέτηται. θυσίαν νόει τὰ πρόβατα καὶ τοὺς μόσχους καὶ τρυγόνας καὶ τὰς περιστεράς· καθάρσια δὲ τὰ διὰ τοῦ αιματος η τῆς σποδοῦ καθαρτήρια. ( ̔Ρῆμα.) ̓Αφάσσασ. ψηλαφήσας. παρὰ τὸ απτω, ἁφὴ, ἀφῶ, ἀφάσσω, τὸ τῇ ἁφῇ ὑποβάλλω. ὡς μάσθλη, μασθλάσσω, καὶ ἀφάσσειν, ὁμοίως. alpha.357 ̓Αφαγνίσαι. καθιερῶσαι. λέγεται δὲ καὶ τὸ συλῆσαι. ̓Αφαιρεῖται. ἀποσπᾷ. ̓Αφάψεισ. ἐκδήσεις, κρεμάσεις. ̓Αφάπτειν. προσκολλᾷν. ̓Αφαυανθήσομαι. ξηρανθήσομαι. καὶ ἀφαύει ὁμοίως. τοὺς ἀλλοτρίους ἀμῶν στάχυς, τούτους ἐν ξήλῳ δήσας ἀφαύει. ̓Αφάμαρτεν. ὁ δεύτερος ἀόριστος, ἁμαρτῶ, ημαρτον, ημαρτες, ημαρτεν. ̓Αφέσθαι. ἀποσχέσθαι. ̓Αφερπύσαι. βαδίσαι. λέγει δὲ τὴν ησυχον κλοπήν. ̓Αφέξονται. ἀποστήσονται, παύσονται. ̓Αφελχθείη. κωλυθείη. ̓Αφέμενοσ. ἐάσας. συντάσσεται δὲ μετὰ γενικῆς. ̓Αφέμενον. ἀποστάντα· ἀντιλέγοντα. ̓Αφέξει. κωλύσει, ἀποστήσει. ̓Αφέξομαι. παύσομαι. ̓Αφεῖεν. συγχωρήσαιεν. ̓Αφείκασιν· ἀφεικέναι· ἀφειότες· ἀφεῖσαν· ἀφεῖσθαι· ἀφεῖτο. δίφθογγα. ̓Αφειδήσασ. μὴ φεισάμενος. η ὑπεριδὼν καὶ ὑπερφρονήσας. ̓Αφείλοντο. ἀπεστέρησαν, ηρπασαν, ἀνέσπασαν.