1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

85

θεράποντας καὶ φίλους καὶ υἱοὺς τοῦ θεοῦ χρηματίσαντας; Ἡ γὰρ πρὸς τοὺς εὐγνώμονας τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν δεσπότην εὐνοίας. Οὗτοι ταμιεῖα θεοῦ καὶ καθαρὰ γεγόνασι καταγώγια· «Ἐνοικήσω γὰρ ἐν αὐτοῖς», ὁ θεός φησι, «καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός». Ὅτι μὲν οὖν «ψυχαὶ δικαίων ἐν χειρὶ θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος», φησὶν ἡ θεία γραφή· ὁ θάνατος γὰρ τῶν ἁγίων ὕπνος μᾶλλόν ἐστι ἢ θάνατος. «Ἐκοπίασαν γὰρ εἰς τὸν αἰῶνα καὶ ζήσονται εἰς τέλος», καί· «Τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ». Τί οὖν τιμιώτερον τοῦ ἐν χειρὶ εἶναι θεοῦ; Ζωὴ γάρ ἐστιν ὁ θεὸς καὶ φῶς καὶ οἱ ἐν χειρὶ θεοῦ ὄντες ἐν ζωῇ καὶ φωτὶ ὑπάρχουσιν. Ὅτι δὲ διὰ τοῦ νοῦ τοῖς σώμασιν αὐτῶν ἐνῴκησεν ὁ θεός, φησὶν ὁ ἀπόστολος· «Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐνοικοῦντος ἐν ὑμῖν πνεύματος ἁγίου ἐστίν;» «Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι», καί· «Εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός». Πῶς οὖν οὐ τιμητέον τοὺς ἐμψύχους ναοὺς τοῦ θεοῦ, τὰ ἔμψυχα τοῦ θεοῦ σκηνώματα; Οὗτοι ζῶντες ἐν παρρησίᾳ τῷ θεῷ παρεστήκασι. Πηγὰς ἡμῖν σωτηρίους ὁ δεσπότης Χριστὸς τὰ τῶν ἁγίων παρέσχετο λείψανα πολυτρόπως τὰς εὐεργεσίας πηγάζοντα, μύρον εὐωδίας βρύοντα. Καὶ μηδεὶς ἀπιστείτω. Εἰ γὰρ ἐξ ἀκροτόμου πέτρας ὕδωρ ἐν ἐρήμῳ, ἐπήγασε βουλομένου θεοῦ καὶ ἐκ σιαγόνος ὄνου τῷ Σαμψὼν διψῶντι, ἐκ μαρτυρικῶν λειψάνων μύρον εὐῶδες ἀναβλύζειν ἄπιστον; Οὐδαμῶς, τοῖς γε εἰδόσι τὴν τοῦ θεοῦ δύναμιν καὶ τὴν τῶν ἁγίων παρ' αὐτοῦ τιμήν. Ἐν τῷ νόμῳ πᾶς ὁ νεκροῦ ἁπτόμενος ἀκάθαρτος ἐχρημάτιζεν, ἀλλ' οὐχ οὗτοι νεκροί. Ἀφ' οὗ γὰρ ἡ αὐτοζωή, ὁ τῆς ζωῆς αἴτιος, ἐν νεκροῖς ἐλογίσθη, τοὺς ἐπ' ἐλπίδι ἀναστάσεως καὶ τῇ εἰς αὐτὸν πίστει κοιμηθέντας οὐ νεκροὺς προσαγορεύομεν. Νεκρὸν γὰρ σῶμα πῶς θαυματουργεῖν δύναται; Πῶς οὖν δι' αὐτῶν δαίμονες ἀπελαύνονται, ἀσθενεῖς θεραπεύονται, τυφλοὶ ἀναβλέπουσι, λεπροὶ καθαίρονται, πειρασμοὶ καὶ ἀνίαι λύονται, πᾶσα δόσις ἀγαθὴ ἐκ τοῦ πατρὸς τῶν φώτων δι' αὐτῶν τοῖς ἀδιστάκτῳ πίστει αἰτοῦσι κάτεισι; Πόσα ἂν ἔκαμες, ἵνα προστάτην εὕρῃς θνητῷ σε βασιλεῖ προσάγοντα καὶ ὑπὲρ σοῦ πρὸς αὐτὸν τοὺς λόγους ποιούμενον; Τοὺς οὖν προστάτας τοῦ γένους παντὸς τοὺς τῷ θεῷ ὑπὲρ ἡμῶν τὰς ἐντεύξεις ποιουμένους οὐ τιμητέον; Ναὶ μὴν τιμητέον, ναοὺς ἐγείροντας τῷ θεῷ ἐπὶ τῷ τούτων ὀνόματι, καρποφορίας προσάγοντας, τὰς τούτων μνήμας γεραίροντας καὶ ἐν αὐταῖς εὐφραινομένους πνευματικῶς, ἵνα οἰκεία τῶν συγκαλούντων ἡ εὐφροσύνη γένηται, ἵνα μὴ θεραπεύειν πειρώμενοι τοὔμπαλιν αὐτοὺς παροργίσωμεν. Οἷς μὲν γὰρ θεὸς θεραπεύεται, καὶ οἱ τούτου θεράποντες εὐφρανθήσονται· οἷς δὲ προσοχθίζει θεός, καὶ οἱ τούτου προσοχθιοῦσιν ὑπασπισταί. «Ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς» καὶ κατανύξει καὶ τῶν δεομένων ἐλέῳ τοὺς ἁγίους πιστοὶ θεραπεύσωμεν, οἷς μάλιστα καὶ θεὸς θεραπεύεται. Στήλας αὐτοῖς ἐγείρωμεν ὁρωμένας τε εἰκόνας καὶ αὐτοὶ ἔμψυχοι στῆλαι καὶ εἰκόνες αὐτῶν τῇ τῶν ἀρετῶν μιμήσει γενώμεθα. Τὴν θεοτόκον ὡς κυρίως καὶ ἀληθῶς θεοῦ μητέρα τιμήσωμεν· τὸν προφήτην Ἰωάννην ὡς πρόδρομον καὶ βαπτιστὴν ἀπόστολόν τε καὶ μάρτυρα («οὔτε γὰρ ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου ἐγήγερται», ὡς ὁ κύριος ἔφησε, καὶ τῆς βασιλείας αὐτὸς πρῶτος κῆρυξ γεγένηται)· τοὺς ἀποστόλους ὡς ἀδελφοὺς τοῦ κυρίου καὶ αὐτόπτας καὶ ὑπηρέτας τῶν αὐτοῦ παθημάτων, οὓς «προγνοὺς καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ» ὁ θεὸς καὶ πατήρ· «πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους»· τούς τε τοῦ κυρίου μάρτυρας ἐκ παντὸς τάγματος ἐκλελεγμένους ὡς στρατιώτας Χριστοῦ καὶ τὸ αὐτοῦ πεπωκότας ποτήριον τό τε τοῦ ζωοποιοῦ αὐτοῦ θανάτου βαπτισθέντας βάπτισμα ὡς κοινωνοὺς τῶν παθημάτων αὐτοῦ καὶ τῆς δόξης, ὧν ταξίαρχος ὁ πρωτοδιάκονος Χριστοῦ καὶ ἀπόστολος καὶ πρωτομάρτυς Στέφανος· καὶ τοὺς ὁσίους πατέρας ἡμῶν τοὺς θεοφόρους ἀσκητὰς τοὺς τὸ χρονιώτερον καὶ ἐπιπονώτερον