85
«Τὴν ἀνομίαν μου ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα.» «Τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.» «∆ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.» «Πρὸ κρίσεως ἐξέταζε σεαυτὸν, καὶ ἐν καιρῷ ἐπισκοπῆς εὑρήσεις ἱλασμόν.» «Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ' ἁμαρτίαις σου.» ΤΙΤΛ. Ηʹ. -Περὶ γυναικῶν· ὅτι χρὴ αὐτὰς ὑποτάσσεσθαι τοῖς ἰδίοις ἀνδράσι, καὶ μηδὲν ποιεῖν χωρὶς αὐτῶν. «Εἶπεν ὁ Θεὸς τῇ γυναικί· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.» «Ἐὰν γενομένη γένηται γυνὴ ἀνδρὶ, καὶ εὐχαὶ αὐτῆς ἐπ' αὐτῇ, κατὰ τὴν διαστολὴν τῶν χειλέων αὐτῆς, ὅσας ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ ἀκούσῃ ὁ ἀνὴρ αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῇ, ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ, καὶ οὕτω στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς στήσονται. Ἐὰν δὲ ἀνανεύσῃ ὁ ἀνὴρ αὐτῆς, ᾗ ἐὰν ἡμέρᾳ ἀκούσῃ, πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ μενοῦσιν, ὅτι ἀνὴρ ἀνένευσε· καὶ Κύριος καθαρίσει αὐτήν.» «Γυνὴ ἴδιον ἄνδρα τιμῶσα, σοφὴ πᾶσι φανήσεται.» «Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν ὡς τῷ Κυρίῳ· ὅτι ἀνὴρ κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας· καὶ αὐτός ἐστι κεφαλὴ τοῦ σώματος. Ἀλλ' ὡς ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν πᾶσιν. Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ὡς ἑαυτὸν ἀγαπάτω· ἡ δὲ γυνὴ, ἵνα φοβηθῇ τὸν ἄνδρα.» «Αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσωνται· ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἀναστροφὴν ὑμῶν. Ὧν ἔστω οὐχ ὁ ἐν πλοκαῖς τριχῶν καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ' ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος, ὅς ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελής. Οὕτως γάρ ποτε αἱ γυναῖκες αἱ ἐλπίζουσαι εἰς Θεὸν, ἐκόσμουν ἑαυτὰς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάῤῥα ὑπήκουσε τῷ Ἀβραὰμ, 95.1313 κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα, ἀγαθοποιοῦσαι, καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
ΤΙΤΛ. Θʹ. -Περὶ γυναικῶν· ὅτι οὐ δεῖ ἀκατακαλύπτως εὔχεσθαι αὐτὰς, ἢ
λαλεῖν, ἢ διδάσκειν ἐν ἐκκλησίᾳ Θεοῦ. «Ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ
προσεύχεσθαι; οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν, ἐὰν κομᾷ, ἀτίμια αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου αὐτῇ διδόται.» «Οὐκ ἔστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλ' εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων. Αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. Εἰ δέ τι μαθεῖν ἐθέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Αἰσχρὸν γάρ ἐστι γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ.» «Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. ∆ιδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός.» Αἱ γυναῖκες τὰς φλυαρίας ἐκ τῶν στομάτων αὐτῶν παυσάτωσαν, καὶ τοὺς ψιθυρισμοὺς, μνημονεύουσαι πῶς τῇ Εὔᾳ ψιθυρίσας ὁ πονηρὸς, ἐξέβαλε τοῦ παραδείσου.
ΤΙΤΛ. Ιʹ. -Περὶ γυναικῶν κυϊσκουσῶν· ἐὰν μὲν ἄρσεν τέκῃ. ἐπὶ μʹ ἡμέρας οὐκ
εἰσελεύσεται εἰς οἶκον Κυρίου· εἰ δὲ θῆλυ, ἐπὶ ὀγδοήκοντα. «Ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς
πρὸς αὐτοὺς, λέγων· Γυνὴ εἴ τις ἂν σπερματισθῇ, καὶ τέκῃ ἄῤῥεν, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας, κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφέδρου αὐτῆς. Καὶ τῇ ἡμέρας τῇ ὀγδόῃ περιτεμεῖς τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ· καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς καθεσθήσεται· παντὸς ἁγίου οὐχ ἅψεται, καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως οὗ πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς. Εἰ