ἥ τε ἀληθὴς δόξα τὸ τῆς διανοίας συμπέρασμα, λογικὰ πάντα καὶ θεῖα· ἡ δὲ φαντασία καὶ ἡ αἴσθησις καὶ ὅσα σώματος δεῖται πρὸς τὴν ὑπόστασιν, ἄλογα καὶ κτηνώδη καὶ πρὸς τὸ ἐκτὸς νενευκότα. ἔστι οὖν ταῦτα καὶ καθ' ἑαυτὰ τῷ λόγῳ διαιρετά, ἀλλ' ἡ τοῦ ἀνθρώπου πλάσις συγχεῖ πάντα καὶ τέως πέφυκεν ἀφανῆ. εἰ μὲν οὖν εὐθὺς τῷ φρονεῖν φιλόσοφόν τις σχοίη νοῦν καὶ γνοίη τί ὄντα νοῦς καὶ ψυχὴ ποῖ γέγονε, μισεῖ μὲν τὴν ὕλην, ἀποστρέφεται δὲ τὸ σῶμα, μύσας δὲ τὰς αἰσθήσεις καὶ πολλὰ χαίρειν εἰπὼν τῇ φαντασίᾳ, πρῶτον μὲν τὴν ψυχὴν ἐπὶ τῆς οἰκείας οὐσίας τηρεῖ, ἔπειτα δὲ ἔνδον χωρεῖ πρὸς τὸν νοῦν καὶ διὰ <τοῦ> νοῦ συγγίνεται τῷ θεῷ. εἰ δ' ὡς ἔτυχε μείνῃ ἐπὶ τῆς γενέσεως καὶ χρῷτο μὲν ταῖς αἰσθήσεσι, φαντασιώδη δὲ κτήσαιτο τὴν ζωήν, πρὸς τὴν τῶν θηρίων φύσιν ταῖς προαιρέσεσιν ηὐτομόλησεν· ἔνθα δὴ γενόμενος τῶν μὲν κυρίως ὄντων οὐδὲν οἴεται εἶναι, ἐκεῖνα δὲ ὑφίστασθαι μόνα δοκεῖ ὧν ἂν ἀπρὶξ ταῖν χεροῖν λάβοιτο. ἐν τῷ τοιούτῳ γοῦν βίῳ καὶ κύνες ἐνεοὶ καὶ ἐκ δρυμοῦ σύες καὶ μονιοὶ ἄγριοι καὶ χρεμετίζοντες ἵπποι ἐπὶ τὴν γειτνιῶσαν παρὰ τὴς θείας γραφῆς κατονομαζόμεθα, ἐπὶ δὲ θατέρου βίου ἄγγελοι καὶ παῖδες θεοῦ, εἴπω δὲ καὶ θεοί. ἀλλ' ἐπεὶ ἐς τοσοῦτον ἀφεστᾶσι τὰ ἀντικείμενα-μέγα γὰρ χάσμα ἐστήρικται μεταξὺ θεοῦ καὶ θηρός-, δεῖ καὶ μέσην ἀμφοτέροις δοῦναι ζωήν, ἣν τὰ μὲν τῶν Χαλδαίων λόγια ἑτεροφαῆ φασι καὶ ἑτεροκνεφῆ κατὰ τὴν πρὸς θάτερον τῶν ἄκρων ἀπόκλισιν καὶ ἐγγύτητα, ἐγὼ δὲ ἁπλῶς οὕτως ἀνθρωπίνην κατονομάσαιμι. τριττὴν οὖν, ὡς ὁ λόγος ἡρμήνευσεν, ἐφωράσαμεν τὴν ζωήν, θηριώδη καὶ ἀνθρωπίνην καὶ θεοειδῆ. ἀλλ' ἐν μὲν τῇ θηριώδει σωματικὰ πάντα καὶ θεῖον οὐδέν, ἐν δὲ τῇ θείᾳ φιλόσοφος ἡ διεξαγωγὴ καὶ κατάργησις τῶν αἰσθήσεων, ἐν δὲ τῇ μέσῃ καὶ ἀνθρωπίνῃ σύμμιξις ἐξ ἀμφοῖν· ἐνταῦθα γὰρ οὔτε θηρίον ἐσμὲν οὔτε θεός, ἀλλ' ἀμφότερα, καὶ οὐδὲ ἀμφότερα καθαρῶς. ἐν τίνι οὖν τῶν τριῶν ζωῶν εὑρηκέναι τὴν Σφίγγα οἰόμεθα; ἢ δῆλον ἐν τῇ μέσῃ καὶ ἀνθρωπίνῃ· οὔτε γὰρ ἄνθρωπος αὕτη τελέως, ὅτι θηρίον τὰ μετὰ τὴν ἰξύν, οὔτε θὴρ ἀκριβῶς, ὅτι τὰ πρὸ τοῦ ὀμφαλοῦ ἄνθρωπος. ἐβούλετο μὲν γὰρ πᾶσαν τὴν κάτω γένεσιν καταλιπεῖν καὶ διόλου παρθένος εἶναι καλή, ἀλλ' ἡ φαντασιώδης ζωή, οἷον ἀφιπταμένην τοῦ σώματος κατασχοῦσα ταύτην, τὸ κάτω μέρος αὐτῆς ἀπεκτήνωσε. διὰ τοῦτο ὁμιλεῖ μὲν ἀνθρωπίνῃ φωνῇ, ἀσαφῆ δὲ φθέγγεται καὶ δυσνόητα, ὅτι μὴ διόλου σοφὴ ἵνα καὶ σαφής. ἐντεῦθεν γὰρ ἡ σοφία ἠτυμολόγηται, ὡς καὶ τῷ Ἀριστοτέλει ἐν ταῖς Θεολογίαις δοκεῖ· ᾗ μὲν γὰρ ἐκπέφευγε τὸ θὴρ εἶναι, ἔναρθρος αὐτῇ ἡ φωνή, ᾗ δὲ μὴ πρὸς τὴν θείαν τελέως ζωὴν μετεσκήνωσεν, ἀσαφῆ καὶ συγκεχυμένα τὰ φθέγματα. Ἔχει γὰρ οὕτως, ἵνα τι παραδηλώσω τῶν ἀπορρήτων ὑμῖν· ὁ νοῦς πάντων ἔχει τὰ εἴδη τῶν ὄντων· εἰ δὲ καὶ τῶν γινομένων ἡ ψυχή, ὥς τις ἔφη, ἄλλος οὗτος λόγος καὶ δεόμενος ἐξηγήσεως· φαντασία δὲ πλάνον χρῆμα καὶ ἀνόητος καθ' ἑαυτήν. κεχωρισμένων δὲ ἀπ' ἀλλήλων, νοῦ λέγω καὶ φαντασίας, ὡς ἐπὶ ἀγγέλου καὶ θηρός, ὁ μὲν ὁμοῦ πάντα γνοίη, ἄνωθεν δεχόμενος τὰς πηγάς, φαντασία δὲ οὐδὲν ἂν τῶν ὄντων λογίσαιτο. ἄμφω δὲ ἐπὶ τοῦ ἀνθρώπου μιγνύμενα καὶ θάτερον θατέρου ἀναπιπλάμενα, ὁ μὲν νοῦς φαντασιοῦται, ἡ δὲ φαντασία νενόωται. διὰ τοῦτο καὶ κατὰ νοῦν ἐνεργοῦντες οἱ ἄνθρωποι οὐκ ἀφάνταστον τὴν νόησιν ἔχομεν καὶ φαντασιούμενοι τῆς νοερᾶς ἐνεργείας οὐκ ἐστερήμεθα. ταῦτα δὲ γίνεται ὁπότε μάχη ἐν ἡμῖν εἴη σώματός τε καὶ πνεύματος, ἐπεὶ νικήσαντος μὲν τοῦ σώματος φανταστικοὶ πάντῃ γινόμεθα, ὑπερισχύσαντος δὲ τοῦ πνεύματος νοεροί· ἔστ' ἂν δὲ παρὰ μέρος ἑκάτερον κρατῇ καὶ κρατῆται, σφίγγες ἐσμὲν ἀτεχνῶς. Ἔστι δὲ καὶ τὸ ὄνομα τοῦ πράγματος δηλωτικόν· μελλούσης γάρ πως ἀποπτῆναι τοῦ σώματος τῆς ψυχῆς, τὸ μὲν ἄνω μέρος αὐτῆς ἐκπέφευγε, τὸ δὲ κάτω σφίγγεταί πως ὑπὸ τῆς φαντασίας καὶ ἐπέχεται πρὸς τὴν γένεσιν. διὰ τοῦτο ὃ μὲν