ἀπὸ τοῦ γινώσκοντος, εἰλεῖται δὲ περὶ τὸ γινωσκόμενον καὶ ὡμοίωται τῷ γινώσκοντι. ὁποῖόν τι λέγω· ἄλλη ψυχῆς γνῶσις καὶ ἄλλη νοῦ καὶ ἄλλη θεοῦ· ἡ μὲν οὖν ψυχικῶς οἶδεν, ὁ δὲ νοερῶς, ὁ δὲ ὑπὲρ νοῦν καὶ ἐπέκεινα. οὐκ ἀλλοιοῦσι δὲ αἱ γνώσεις τὰ πράγματα, ἀλλ' αἱ μὲν κατὰ τὰ γινώσκοντα ἵστανται, τὰ δὲ γινόμενα τῆς οἰκείας οὐκ ἐξίστανται φύσεως. ὁ μὲν οὖν θεὸς ὅρος ὢν ὁ πάντων ἀκρότατος κατὰ τὴν οἰκείαν ἀκρότητα οἶδε τὰ πράγματα, ὡρισμένως μὲν τὰ ἀόριστα, ἀναγκαίως δὲ τὰ ἐνδεχόμενα. οὐ γὰρ συμμεταβάλλεται τοῖς γινομένοις, ἀλλ' ὡς ἔχει φύσεως τὴν τάξιν οἶδε τῶν ὄντων· τὰ δὲ κατὰ τὴν οἰκείαν φύσιν ῥεῖ τε καὶ φέρεται. Φέρε γὰρ πρὸς θεοῦ· τῶν σωμάτων διεστηκότων πῶς οἶδε ταῦτα θεός, διαστατῶς ἢ ἀδιαστάτως; οὐκ ἀδιαστάτως; οὐ γὰρ ἐρεῖς που θάτερον· οὐ γὰρ διίσταται τοῖς βάθεσι τούτων ἢ τοῖς μήκεσιν ἢ τοῖς πλάτεσιν, ἀλλ' ἀδιάστατον αὐτῶν τὴν γνῶσιν προέλαβεν. ἆρ' οὖν τὸ οὕτως εἰδέναι τὰ σώματα τὸν θεὸν τὰς διαστάσεις ἐκείνων μετήμειψε; κατὰ τὸν αὐτὸν λόγον καὶ τὴν φύσιν ὑπὲρ φύσιν εἰδὼς καὶ τὸ ἀόριστον ὡρισμένως οὔτε 162 τὴν φύσιν μετήλλαξεν οὔτε τὴν ἀοριστίαν τῶν πραγμάτων μετήμειψεν· οὐ γὰρ αἰτία τῶν γινομένων ἡ πρόγνωσις. οὐ τοίνυν, εἰ τῶν μὲν προέγνωκε τὴν φαυλότητα, τῶν δὲ τὴν δικαιοσύνην προέλαβε, διὰ ταῦτα ἐξ ἀνάγκης οἱ μὲν φαῦλοι, οἱ δὲ γεγένηνται δίκαιοι· ἀλλ' ἐκεῖνός τε κατὰ τὴν οἰκείαν φύσιν τὴν γνῶσιν ἔσχε τῶν γινομένων, κἀκεῖνα κατὰ τὸν ἴδιον εἰρμὸν φέρεται. καὶ τὸν ἀγχόνῃ τοίνυν χρησάμενον οἶδε μὲν ὡς οὕτω τεθνήξαιτο (μὴ γάρ σε διαλάθῃ τὸ πρότερον ὁμολόγημα, ὡς ἡ γνῶσις ὡμοίωται τῷ γινώσκοντι), οὐ διὰ τὴν γνῶσιν δὲ ἐκεῖνος βιαίως ἐκπέπτωκεν, ἀλλὰ διὰ τὴν προαίρεσιν πονηρῷ χρησαμένην δαίμονι. καὶ τὸ σύμπαν εἰπεῖν, ὥστε σοι ἐπιλελῦσθαι τὸ ζήτημα, τῷ μὲν θεῷ κατὰ τὴν πρόγνωσιν τῆς ἑκάστου ζωῆς τὸ συμπέρασμα ὥρισται, προέλαβε γὰρ ἐκεῖνος τὴν γνῶσιν τοῦ ἐσομένου· ἡμῖν δὲ ἀορισταίνει τὸ συμβησόμενον. ὥστε τρόπον μέν τινα ὥρισται, τρόπον δὲ καὶ οὐχ ὥρισται· ᾧ μὲν γὰρ οἶδε θεὸς ὥρισται, ᾧ δὲ ἡ πρόγνωσις οὐχ ὁρίζει τὸ γενησόμενον οὐχ ὥρισται. ἐπιδιαιτῶ δὲ καὶ τοῖς τῶν πατέρων ἡμῶν λόγοις, ἵν' εἰ τισὶ μὲν ἐντύχοις ὡς περὶ ὡρισμένου τοῦ συμπεράσματος τῆς ζωῆς ἡμῶν λέγουσι, τισὶ δὲ ὡς περὶ ἀορίστου, μὴ διαφωνεῖν πρὸς ἄλληλα οἰηθείης τὰ δόγματα, ἀλλ' ἐπικρίνοις, ὡς ταῦτα μὲν κατὰ τοῦτον τὸν τρόπον ἐξενήνεκται, ἐκεῖνα δὲ κατὰ τὸν ἕτερον. Πρὸς δὲ τούτοις εἰδέναι σε βούλομαι, ὡς οὐχ ἁπλῆ τις ἐστὶν ἡ καθ' ἡμᾶς φύσις, ἀλλὰ πλήρεις ἐσμὲν καὶ τοῦ ὄντος καὶ τῆς γενέσεως, διοικούμεθά τε τὰ μὲν ὑπὸ προνοίας, τὰ δ' ὑπὸ φύσεως, τὰ δ' ἐκ προαιρέσεως. καὶ οὐ τοῦτο λέγω, ὡς διέστηκέ τι τῆς προνοίας καὶ τοῦ θεοῦ, ἀλλ' ὅτι καὶ τἄλλα ἐκεῖθεν τὴν οὐσίαν λαχόντα ἢ φυσικῶς περὶ ἡμᾶς ἐνεργεῖ ἢ προαιρετικῶς. διὰ ταῦτα τοιγαροῦν καὶ κρυμοὶ καὶ θάλπη ἐκφέρουσιν ἡμᾶς τῆς ζωῆς, ὅτι καὶ φύσεως μετεσχήκαμεν· καὶ αὖθις ἄτοποι γνῶμαι σβεννύουσιν ἡμῶν τὴν ζωὴν παρὰ τὸ μέρος τῆς προαιρέσεως. ἃ πάντα οἶδε μὲν ὡρισμένως ὁ θεός, ἐκεῖνα δὲ κατὰ τὴν ἑαυτῶν φύσιν τὴν ἐνέργειαν ἔχουσιν. Ἔχεις ἰδοὺ τὴν λύσιν ἐπὶ βραχέος οὗπερ ἠρώτησας, πατέρων ἐμοὶ λογιώτατε καὶ σεβασμιώτατε. 163 [δε βαβυτζιξαριο] Ὁ μέν τοι Βαβουτζικάριος ἐξ Ἑλληνικῆς φλυαρίας παρεισεφθάρη τῷ βίῳ· ἔνεστι γάρ που τοῖς Ὀρφικοῖς ἔπεσι Βαβώ τις ὀνομαζομένη δαίμων νυκτερινή, ἐπιμήκης τὸ σχῆμα καὶ σκιώδης τὴν ὕπαρξιν. ἱστορεῖ δὲ καὶ Πορφύριος ὁ φιλόσοφος περὶ τῶν Τούσκων (ἔθνος δὲ οὗτοι βόρειόν τε καὶ βάρβαρον) πολλοῖς τοιούτοις ἐντετυχηκέναι νυκτερινοῖς φάσμασιν, ἃ δή φασι νυκτὸς μὲν ἐπικαίειν, ἡμέρας δὲ ἐντυγχάνειν τοῖς ἐπικαυθεῖσι λεπτοῖς τισι καὶ ἀμαυροῖς σώμασι, νήμασιν ἀραχνίοις προσεοικόσιν. Ἀπὸ γοῦν τῆς Βαβοῦς ὁ Βαβουτζικάριος παρὰ τοῖς πολλοῖς ἀνεπλάσθη. καὶ ἔστι μὲν οὐδαμοῦ ἐπιχωριάζων τῷ βίῳ, ἀλλ' οἱ δειλότεροι τῶν ἀνθρώπων εἶναι δὴ τοῦτον τὸν δαίμονα