ἀνέσπακεν. alpha.3309 Ἀφείλετο καὶ τὰ ὅμοια διὰ τοῦ ε, ἐφ' ὧν τὸ αʹ πρόσωπον διὰ τοῦ ο, τὸ δεύτερον διὰ τῆς ου διφθόγγου. ὅτε δὲ τὸ αʹ διὰ τοῦ α, τὸ βʹ διὰ τοῦ ω, τὸ δὲ γʹ πάλιν διὰ τοῦ α ὁμοίως τῷ πρώτῳ, οἷον ἐποιησάμην, ἐδυνάμην. alpha.3310 Ἀφίημι· πολλαχοῦ συνεσταλμένως. alpha.3311 Ἀφελέσ· τὸ ὑγιὲς καὶ ὁλόκληρον. ἢ τὸ ἁπλοῦν καὶ ἀκατασκεύαστον. Φιλόχορος δὲ (fr. novum) διαφόρως. alpha.3312 Ἀφελοῦ9· περισπᾶν ἀξιοῖ Ἀμμώνιος. alpha.3313 Ἀφεῖναι ἐλεύθερον· τὸ ἐλευθερῶσαι. Ἀριστοφάνης (fr. νοῃυμ). alpha.3314 Ἀφεῖτε· βʹ σημαίνει· παρὰ μὲν Θουκυδίδῃ (1, 139, 3) ἀφήκατε, παρὰ δὲ ∆ημοσθένει (3, 5) συνεχωρήσατε. alpha.3315 Ἀφεῖσαν· συνεχώρησαν. alpha.3316 9†Ἀφεῦσαν†9· ἀφῆκαν. Πλάτων (fr. 237 κ.) καὶ Ἕρμιππος (fr. 87 K.). alpha.3317 Ἀφ' ἑσπέρασ, οὐκ ἀφ' ἑσπέρου λεκτέον. καὶ περὶ λύχνων ἁφὰς λέγουσιν, ὡς ἡμεῖς. alpha.3318 Ἀφειλόμην· ἐν τῷ ο. καὶ ἀφείλου καὶ ἀφείλετο ἐν τῷ ε. τὰ δὲ διὰ τοῦ α βάρβαρα, οἷον ἀφειλάμην καὶ ἀφείλατο. ὁμοίως δὲ καὶ τὸ ἀφείλω. τὸ δὲ ἀνάλογον ἐπὶ πάντων ἐστὶ τῶν ὁμοίων. alpha.3319 Ἀφεὶσ καὶ παλλάξασ· τὸ μὲν ἀφείς ἐστιν, ὅταν ἀπολύσῃ τις τῶν ἐγκλημάτων, ὧν ἐνεκάλει αὐτῷ. τὸ δὲ ἀπαλλάξας, ὅταν πείσῃ τὸν ἐγκαλοῦντα ἀποστῆναι καὶ μηκέτι ἐγκαλεῖν. οὕτω ∆ημοσθένης (36, 25) καὶ Ἰσαῖος. alpha.3320 Ἀφεὶς τὴν ὑπέραν τὸν πόδα διώκει· παροιμία παρ' Ὑπερείδῃ (fr. 181 J.) ἐπὶ τῶν παρέντων μὲν τὰ σπουδαιότερα, περὶ δὲ τὰ φαῦλα διατριβόντων. ὑπέραι δέ εἰσι ναυτικαὶ σχοῖνοι, αἷς μετάγεται τὸ κέρας. alpha.3321 Ἀφεωκέναι καὶ φεώκαμεν· ἀντὶ τοῦ ἀφεῖναι καὶ καταλιπεῖν. alpha.3322 Ἀφ' Ἑστίας μυούμενοσ· τὸ ἀφ' Ἑστίας μυεῖσθαι. Ἀθναῖος δ' ἦν οὗτος. alpha.3323 Ἀφέμενον· ἀποστάντα, ἀντιλέγοντα. alpha.3324 Ἀφέξει· ἀποκωλύσει, ἀποστήσει. alpha.3325 Ἀφέξομαι· παύσομαι, ἀποστήσομαι. alpha.3326 Ἀφέσθαι· ἀποσχέσθαι. alpha.3327 Ἀφέται· τόπος ἐν Εὐβοίᾳ. alpha.3328 Ἀφ' ἑστίασ· ἀπὸ τῆς οἰκίας. alpha.3329 Ἀφετηρία· ἀρχή, θύρα τοῦ ἱπποδρομίου. alpha.3330 Ἀφεῦσαι· ἀποκαῦσαι, περιφλέξαι. alpha.3331 9†Ἀφεψιαίμην†9· ἀφωμίλησα. οὕτω Σοφοκλῆς (fr. 134 N.2 † 138 R.). alpha.3332 9Ἁφή9· μία τῶν εʹ αἰσθήσεων. ἀπὸ τοῦ ἁφῶ ῥήματος βʹ συζυγίας τῶν περισπωμένων, ἐξ οὗ παράγωγον γέγονε τὸ ἀφάσσω. ἡ δὲ ἁφὴ δύναται καὶ ἀπὸ τοῦ ἁφῶ περισπωμένου γεγονέναι καὶ ἀπὸ τοῦ ἅφω βαρυτόνου. alpha.3333 9Ἁφή9· χροιὰ λέπρας. λέγεται δὲ καὶ ἡ ψηλάφησις. καὶ αὐτὴ ἡ αἴσθησις. alpha.3334 Ἀφηβηκότι· γηράσαντι, ὑπερβεβηκότι τὴν ἥβην, τουτέστι τὴν νεότητα. alpha.3335 Ἀφήκειν (Pl. Reip. 7, 530e)· ἀντὶ τοῦ ἀφικνεῖσθαι. alpha.3336 Ἀφήκοντοσ· ἀντὶ τοῦ διήκοντος. Ἀντιφῶν (87 B 16 D. .K). alpha.3337 Ἀφηγεῖσθαι· τὸ διηγεῖσθαι. Πλάτων Νόμοις (8, 845e). alpha.3338 Ἀφήλικεσ· οὐδετέρως εἶπε Σοφοκλῆς Πριάμῳ (fr. 528a R.)· ἀφήλικες θέαμα. alpha.3339 Ἀφηλικέστερον ἄνδρα· Ἡρόδοτος εἶπεν (3, 14, 7). alpha.3340 Ἀφήλικα· τὸν πρεσβύτην. τινὲς δὲ χρῶνται τῇ λέξει ἐπὶ τοῦ μηδέπω τῆς ἐννόμου ἡλικίας παιδός, ὅπερ δεῖ φυλάττεσθαι· ἐπὶ γὰρ τοῦ πρεσβυτέρου λέγεται. alpha.3341 Ἀφηνιαστήσ· ἀνυπότακτος, ὑπερήφανος. alpha.3342 9Ἄφθα· καὶ διὰ τοῦ α καὶ διὰ τοῦ η λέγουσι τὸ ἐν τῇ γλώσσῃ γινόμενον ἑλκύδριον, ὡς κίχλα καὶ κίχλη καὶ πεῖνα καὶ πείνη καὶ πολλὰ ὅμοια. alpha.3343 Ἀφῖγμαι· παραγέγονα. alpha.3344 9Ἄφθαρτον καὶ ἄφθιτον· ἄφθορον, ἀΐδιον, οὐ φθειρόμενον. alpha.3345 Ἀφθίτουσ· ἀμεταστρέπτους καὶ μὴ διεφθαρμένας ἔχοντας γνώμας. Σοφοκλῆς (fr. 381 N.2 † 414 R.). alpha.3346 9Ἄφθονος ἄγρα· Σοφοκλῆς (fr. 737α N.2 † 806 R.)· λαβόντες ἄφθονον ἄγραν πρὸς οἴκους εὐτυχοῦντες ἄξομεν. alpha.3347 9Ἄφθονον· τὸν μὴ φθονοῦντα. Ἡρόδοτος (3, 80, 4). alpha.3348 9Ἄφθονοι· οἱ ἐν τοῖς ἕλεσι κατοικοῦντες τῆς Αἰγύπτου. alpha.3349 Ἀφθονεστέραν εἶπεν Αἰσχύλος (fr. 72 N.2 † 106 M.), Ἀφθονώτεροσ καὶ φθόνωσ ∆ημοσθένης (18, 89 et Epist. 2, 25), Ἀφθόνητοσ δὲ Πίνδαρος (Ol. 11, 7 et 13, 25). alpha.3350 9Ἄφθογγοσ· ὁ μὴ φωνὴν προϊείς. καὶ ἄφθογγα γράμματα τὰ λεγόμενα ἄφωνα. alpha.3351 9Ἄφθονα· πολλά. alpha.3352 9Ἄφθοσ· θεὸς παρ' Αἰγυπτίοις, ὥσπερ ἡ Ἶσις καὶ ὁ Τυφῶν. Ἑκαταῖος Περιηγήσει