1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

85

ᾧ γελᾷ." Καὶ πάλιν· "Ταὐτὰ δὲ καὶ περὶ θηλειῶν ὁ ἐμὸς λόγος ἂν εἴποι πάντα, ὅσαπερ καὶ περὶ τῶν ἀρρέ νων, ἴσα καὶ τὰς θηλείας ἀσκεῖν δεῖν. Καὶ οὐδὲν φοβηθεὶς εἴ ποιμ' ἂν τοῦτον τὸν λόγον οὔτε ἱππικῆς οὔτε γυμναστικῆς, ὡς ἀνδράσι μὲν πρέπον ἂν εἴη, γυναιξὶ δ' αὖ οὐκ ἂν πρέπον." Καὶ τίς οὐκ ἂν εἰκότως τούτων ἀκούων γελάσειεν; ἡ μὲν γὰρ φύσις ἀπένειμεν ἑκατέρῳ γένει τὰ πρόσφορα, γυναιξὶ μὲν ταλασίαν, 9.40 ἀνδράσι δὲ γεωργίαν καὶ πολεμικὴν ἐμπειρίαν. Ταύτῃ γάρ που τῇ διαιρέσει καὶ Ὅμηρος κέχρηται· πεποίηκε γὰρ ἐν τοῖς ἔπεσι τῇ Ἀνδρομάχῃ τὸν Ἕκτορα λέγοντα· ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε, ἱστόν τ' ἠλακάτην τ' ἠδ' ἀμφιπόλοισι κέλευε ἔργον ἐποίχεσθαι· πόλεμος δ' ἄνδρεσσι μελήσει. Ὁ δὲ φιλόσοφος οὐδὲ τὴν τῶν ποιητῶν διέγνω διαίρεσιν, ἀλλὰ καὶ γυμνάζεσθαι τὰς γυναῖκας γυμνὰς καὶ ἱππεύειν ἐκέλευσεν. Καὶ τὰ ἑξῆς δὲ ξυνομολογεῖ τοῖς προτέροις· λέγει γὰρ οὕτως· 9.41 "Τὴν δὲ τοῦ τῶν γάμων χρόνου ξυμμετρίαν δικαστὴς σκοπῶν κρινέτω, γυμνοὺς μὲν τοὺς ἄρρενας, γυμνὰς δὲ ὀμφαλοῦ μέχρι θεώμενος τὰς γυναῖκας." Ὁ δὲ ταῦτα νομοθετῶν οὐδὲ τῶν τῆς Κανδαύλου γυναικὸς λόγων ἐμνήσθη. Ἐκείνη γάρ τοι, τοῦ ἀνδρὸς γυμνὸν οἱ δεῖξαι τὸ σῶμα κελεύσαντος, μάλα ἔφη σωφρό νως, ὅτι "ἀποδυομένη τὸν κιθῶνα ξυναποδύεται καὶ τὴν αἰδῶ ἡ 9.42 γυνή". Τοιγαροῦν ὁ φιλόσοφος τὰς νυμφευομένας γυμνοῖ τῆς αἰδοῦς καὶ ἀναίδειαν ἐκδιδάσκει. Κἀν τῷ δεκάτῳ δὲ τῶν Νόμων τὰ παραπλήσια γέγραφεν· "Τῆς γὰρ τοιαύτης" φησί "σπουδῆς ἕνεκα χρὴ καὶ τὰς παιδείας ποιεῖσθαι χορεύοντάς τε καὶ χορευού σας, κόρους τε καὶ κόρας, καὶ ἅμα δὴ θεωροῦντας καὶ θεωρου μένους, μετὰ λόγου τε καὶ ἡλικίας τινὸς ἐχούσας ἐοικυίας προ φάσεις, γυμνούς τε καὶ γυμνάς, μέχρι περ αἰδοῦς σώφρονος 9.43 ἑκάστων." Ἐγὼ δὲ τὴν μὲν ἐντεῦθεν φυομένην λώβην ὁρῶ, κέρδος δὲ οὐδὲν ξὺν ταύτῃ φυόμενον. Οὐ γάρ που μόνον εἰς ἀναίδειαν ἐπαιδοτριβοῦντο γυμνούμεναι καὶ γυμνοὺς ἄνδρας θεώμεναι, ἀλλὰ καὶ πολλὰς ἀλλήλοις ἀφορμὰς προὐξένουν ἀκο λασίας. Τῶν γὰρ δὴ γυμνῶν σωμάτων ἡ θεωρία καὶ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας εἰς ἔρωτας ἐκτόπους ἠρέθιζεν. 9.44 Ἀλλ' ἵνα μὴ παντελῶς τὴν ἐκ τῶνδε τῶν νόμων φυομένην ἀπογυμνοῦντες βλάβην λοιδορεῖσθαι τῷ φιλοσόφῳ δόξωμεν, οὐκ ἐλέγχειν, ἐπὶ τοὺς παγκάλους τῶν γάμων μεταβῶμεν νόμους, μετρίους τοὺς ἐλέγχους ποιούμενοι. Ἀκούσωμεν τοίνυν ἐν Πολι τείᾳ λέγοντος· "Ἀνδρῶν τούτων ἁπάντων πάσας εἶναι γυναῖκας κοινάς, ἰδίᾳ δὲ μηδεμίαν μηδενὶ ξυνοικεῖν· καὶ τοὺς παῖδας αὖ κοινούς, καὶ μήτε γονέα ἔκγονον εἰδέναι τὸν αὑτοῦ, μήτε παῖδα 9.45 γονέα." Εἶτα ἐπιξυνάπτει· "Εἷς μὲν τοίνυν, ἦν δ' ἐγώ, νομο θέτης αὐτοῖς ὥσπερ τοὺς ἄνδρας, οὕτως καὶ τὰς γυναῖκας ἐκλέξας, παραδώσει καθόσον οἷόν τε ὁμοφυεῖς. Οἱ δέ, ἅτε δὴ οἰκίας τε καὶ ξυσσίτια κοινὰ ἔχοντες, ἰδίᾳ δὲ οὐδενὸς οὐδὲν τοιοῦτο κεκτημένου, ὁμοῦ δὴ ἔσονται, ὁμοῦ δ' ἀναμεμιγμένων καὶ ἐν γυμνασίοις καὶ ἐν τῇ ἄλλῃ τροφῇ, ὑπ' ἀνάγκης, οἶμαι, τῆς ἐμφύτου ἄξονται πρὸς τὴν ἀλλήλων μῖξιν· ἢ οὐκ ἀναγκαῖά σοι δοκῶ λέγειν; -Οὐ γεωμετρικαῖς γε, ἦ δ' ὅς, ἀλλ' ἐρωτικαῖς ἀνάγκαις, αἳ κινδυνεύουσιν ἐκείνων δριμύτεραι εἶναι πρὸς τὸ 9.46 πείθειν καὶ ἕλκειν τὸν πολὺν λεών." Ὅτι μὲν οὖν ὁ φιλόσοφος κοινὰς εἶναι τὰς γυναῖκας ἐκέλευσε, μακρῶν οὐ δεῖ λόγων εἰς ἔλεγχον. Αὐτὸς γὰρ δὴ διαρρήδην νενομοθέτηκε καὶ τῆς κοινῆς ξυνουσίας τὴν ἀνάγκην ἐπινενόηκεν. Κοινῇ γάρ, ἔφη, οἰκοῦντες καὶ κοινῇ ἑστιώμενοι καὶ γυμναζόμενοι, ὑπὸ τῆς ἐμφύτου ἐπιθυ μίας πρὸς τὴν ἀλλήλων μῖξιν ὠθήσονται. Καὶ τοῦτο δὴ κοινοὺς τοὺς τικτομένους ἀποφαίνει, ἀδεῶς ἑκάστου ταῖς προστυχούσαις ὁμιλούντων καὶ οἰκεῖά γε νομιζόντων τὰ ὑπὸ τούτων τικτόμενα. 9.47 Τοῦτό τοι νενοηκὼς ὁ προσδιαλεγόμενος, τοῦ Σωκράτους εἰρηκό τος· "Ἢ οὐκ ἀναγκαῖά σοι δοκῶ λέγειν;" ἐπήγαγεν· "Οὐ γεωμετρικαῖς γε, ἀλλ' ἐρωτικαῖς ἀνάγκαις, αἳ κινδυνεύουσιν ἐκείνων δριμύτεραι εἶναι πρὸς τὸ πείθειν καὶ ἕλκειν τὸν πολὺν λεών." 9.48 Ἐγὼ δὲ τῶν νῦν τὰ Πλάτωνος ἑρμηνεύειν ἐθελόντων, μᾶλλον δὲ παρερμηνεύειν πειρωμένων, θαυμάζω τὴν ἀναίδειαν· φασὶ γὰρ αὐτὸν μὴ ξυνουσίαν