85
ἀθροίζουσιν. ζʹ. "Μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται. Θησαυρίζει, καὶ οὐ γινώ σκει τίνι συνάξει αὐτά." Οὐδὲν, φησὶ, τῶν ἐν εἰκόνι γεγραμμένων οἱ ζῶντες διαφέρουσιν ἄνθρω ποι· ὁμοίως γὰρ καὶ τούτων κἀκείνων ἡ φύσις ὑποῤῥεῖ τῷ χρόνῳ καὶ διαφθείρεται. Ἀλλ' ὅμως οὐ δὲν ἧττον διαταράττονται φιλονεικοῦντες, διαμα χόμενοι, πολεμοῦντες, ἐμπορευόμενοι· καὶ ζάλης ἅπας ὁ βίος μεστὸς, τέλος ἔχων τὸν θάνατον· σὺν πόνῳ δὲ πολλῷ καὶ ἱδρῶτι τὸν πλοῦτον ἀθροίζοντες, τὸν ἐσόμενον οὐκ ἴσασι κληρονόμον. Τοῦτο δὲ καὶ ὁ μακάριος ∆αβὶδ καὶ ἐκ τῶν καθ' ἑαυτὸν κινού μενος γέγραφε. Τοῖς γὰρ ἐκ τῶν πολέμων λαφύ ροις, καὶ τῷ παρὰ τῶν ἀλλοφύλων φερομένῳ δα 80.1149 σμῷ, μεγίστην καὶ περιφανῆ λίαν ἀποφήνας τὴν βασιλείαν, ἠγνόει τοῦ παιδὸς τὴν δυσσεβῆ καὶ παρά νομον γνώμην. Εἶτα θεασάμενος αὐτὸν ἐγκρατῆ τῶν βασιλειῶν γινόμενον, καὶ τὸν ἀποκείμενον σφετε ρισάμενον πλοῦτον, τὴν θαυμασίαν ἀφῆκε φωνὴν, Πλὴν μάτην ταράσσεται, θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. ηʹ. "Καὶ νῦν τίς ὑπομονή μου; οὐχὶ Κύριος; καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν." Πᾶσιν ἐκείνοις ἐῤῥῶσθαι φράσας, τὴν παρὰ σοῦ προσμένω βοήθειαν. Τὴν δὲ ὑπόστασιν Ἀκύλας καραδοκίαν εἴρηκεν· ἀντὶ τοῦ, Σὲ καραδοκῶ περισκοπῶν, τὴν σὴν εὐμένειαν ἀναμένω. Εἶτα τὴν αἰτίαν τῶν ἀλγει νῶν ὑποδείκνυσιν. θʹ. "Ἀπὸ πασῶν τῶν ἀνομιῶν ῥυσαί με." Καὶ τοῦ Σεμεεὶ πάλιν φέρει τὴν μνήμην· "Ὄνειδος ἄφρονι ἔδωκάς με." Σφόδρα καὶ τοῦτο τοῖς ἐν τῇ ἱστορίᾳ εἰρημένοις συμβαίνει· "Κύριος εἶπεν αὐτῷ κακολογεῖν τὸν ∆αβίδ." Καὶ τὰ ἐπαγόμενα δὲ ὁμοίως τοῖς εἰρημένοις ἀκόλουθα. ιʹ. "Ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας." Σοῦ γὰρ, φησὶ, συγχωρήσαν τος, πεπαρῴνηκεν ἐκεῖνος· καὶ ὁ μὲν ἐῴκει μάστι γι, σὺ δὲ δι' ἐκείνης τὴν παιδείαν ἐπέφερες. ∆ιά τοι τοῦτο σιγῶν ἐδεξάμην τὰς μάστιγας, ἐκεῖνον μὲν παρορῶν, σὲ δὲ ὁρῶν παιδεύοντα. Προσφυῶς δὲ μάλα καὶ τὰ ἐπαγόμενα τέθεικεν. ιαʹ, ιβʹ. "Ἀπόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου. Ἀπὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον." Ἱκετεύω τοίνυν καὶ ἀντιβολῶ σε, ∆έσποτα, παῦσον λοιπὸν τὴν παιδείαν· τῷ πλήθει γὰρ τῶν μαστίγων κατηναλώθην. "Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευ σας ἄνθρωπον, καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυ χὴν αὐτοῦ." Οὐκ εἰκῆ, φησὶ, καὶ μάτην κέχρησαι ταῖς παιδείαις, ἀλλὰ διελέγχων τὰ ἐπταισμένα, καὶ ἰατρικῶς τέμνων, καὶ ἐξάγων τὸν κεκρυμμένον ἰχῶρα· καὶ ταῖς μὲν ἐκ τῆς θεραπείας κατα τήκεις ὀδύναις, ὑγίειαν δὲ πραγματεύῃ τοῖς τεμνομένοις. "Πλὴν μάτην ταράσσεται πᾶς ἄν θρωπος." Ταῦτα τοίνυν παρ' ἐμαυτῷ λογιζόμε νος, εἰς οὐδὲν δέον ὁρῶ τοὺς ἀνθρώπους ὑπὲρ προσκαίρων ταραττομένους πραγμάτων. ιγʹ, ιδʹ. Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου· ἐνώτισαι τῶν δακρύων μου· μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι, καὶ 80.1152 παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Ἄνες μοι, ἵνα ἀποψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι οὐ μὴ ὑπάρξω." Ἱκετεύω σε, φησὶ, ∆έσποτα, εἰσάκουσον ποτνιωμένου καὶ μετὰ δακρύων ἀντιβο λοῦντος. Οὐδὲ γὰρ κατοικῶ τὴν γῆν, ἀλλὰ παροι κῶ, καὶ τοῖς πατράσι παραπλησίως, ὀλίγον βιώσας χρόνον, τὸν θάνατον δέξομαι. Μικρᾶς τοίνυν ἀνακω χῆς μοι μετάδος, ἵνα ὀλίγας γοῦν ἡμέρας δίχα ὀδύ νης βιώσω, πρὶν τόνδε τὸν βίον ὑπεξελθεῖν. Ἐξελ θὼν γὰρ οὐκ ἀναστρέψω. Τοῦτο γὰρ εἶπεν, οὐκ έτι οὐ μὴ ὑπάρξω, τουτέστι, πρὸς τὸν φθαρτὸν τοῦ τον οὐκ ἀναστρέψω βίον. Θαυμάσαι δὲ ἄξιον, τὸν μέγαν ∆αβὶδ ἐν βασιλείᾳ, καὶ πλούτῳ, καὶ δυνα στείᾳ, πάροικον ἑαυτὸν ἀποκαλοῦντα καὶ παρεπίδη μον, καὶ τῇ εὐκληρίᾳ θαῤῥῆσαι μὴ ἀνασχόμενον. Τῷ ὄντι γὰρ σοφίας μεστὰ τὰ ῥήματα, καὶ τὴν φύσιν τῶν ὄντων ἐπισταμένης, καὶ τούτου χάριν τῆς παρ ούσης εὐημερίας καταφρονούσης.
ΕΡΜΗΝ. ΤΟΥ ΛΘʹ ΨΑΛΜΟΥ.