85
Ῥουφίνου, μετὰ βοηθείας Σκυθικῆς πολλῆς, καὶ ἐστράτευσε κατ' αὐτῶν ἅμα καὶ Γώδιλαν διὰ γῆς ἀπὸ Ὀδυσσοπόλεως καὶ Βαδούριον στρατηγόν. καὶ ἀκούσαντες οἱ Οὖννοι ἔφυγον ἀφανεῖς γενόμενοι. καὶ γέγονεν εἰρήνη ἐν Βοσφόρῳ, καὶ ἐκράτησαν αὐτὴν οἱ Ῥωμαῖοι ἀφόβως. ὁ δὲ βασιλεὺς Ἰουστινιανὸς ἀπέσπασε πάσας τὰς ἐκκλησίας τῶν αἱρετικῶν καὶ ἀπέδωκεν αὐτὰς τοῖς ὀρθοδόξοις δίχα τῶν Ἐξακιονιτῶν Ἀρειανῶν. ἐξεφώνησε δὲ τύπον ὁ βασιλεὺς περὶ τῶν ἐπισκόπων καὶ οἰκονόμων καὶ ὀρφανοτρόφων καὶ ξενοδόχων, ὥστε μὴ κληρονομεῖσθαι, εἰ μὴ ἃ πρὸ τοῦ γενέσθαι εἶχεν ἐν ὑποστάσει, εἰς ταῦτα ἵνα διατίθεται· ἀφ' ἧς δὲ ὥρας προεχειρίσθη, μὴ ἔχειν αὐτὸν ἄδειαν διατίθεσθαι, ἀλλὰ τὰ ἑαυτοῦ πάντα τὸν εὐαγῆ οἶκον κληρονομεῖν. ὁ δ' αὐτὸς βασιλεὺς ἐπλήρωσε καὶ τὸ δημόσιον λουτρὸν τὸ εἰς τὰ ∆αγισθέου, ὃ ἤρξατο κτίζειν Ἀναστάσιος ὁ βασιλεύς, καὶ τὸ μεσίαυλον τῆς βασιλικῆς Ἴλλου κιστέρναν μεγάλην ἐποίησεν. 177 Κόσμου ἔτη ϛκαʹ. Τῆς θείας σαρκώσεως ἔτη φκαʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. βʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. δʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη δʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. θʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. βʹ. Τούτῳ τῷ ἔτει Ἡσαΐας, ἐπίσκοπος Ῥόδου, καὶ Ἀλέξανδροςἐπίσκοπος ∆ιοσπόλεως τῆς Θρᾴκης, καθῃρέθησαν ὡς παιδερασταὶ εὑρεθέντες, καὶ ἐτιμωρήθησαν δεινῶς ὑπὸ τοῦ βασιλέως, καυλοτομηθέντες καὶ πομπεύσαντες, τοῦ κήρυκος βοῶντος· "ἐπίσκοποι ὄντες τὸ τίμιον σχῆμα μὴ ἐνυβρίζετε." καὶ ἐξέθετο ὁ βασιλεὺς νόμους σφοδροὺς κατὰ τῶν ἀσελγαινόντων, καὶ πολλοὶ ἐτιμωρήθησαν. καὶ ἐγένετο φόβος πολὺς καὶ ἀσφάλεια. ἀνενέωσε δὲ ὁ εὐσεβὴς βασιλεὺς πάντας τοὺς παλαιοὺς νόμους ποιήσας μονόβιβλον καὶ καλέσας αὐτὸ τὰς νεαρὰς διατάξεις, ἐν αἷς οὐ καταδέχεται τὸν ἄρχοντα ἐν οἷς ἄρχει τόποις ἀγοράζειν κτῆμα, ἢ κτίζειν οἶκον, ἢ κληρονομεῖν ξένον πρόσωπον, εἰ μή τις συγγενὴς αὐτῷ ὑπάρχει. Τῷ δ' αὐτῷ ἔτει μηνὶ Νοεμβρίῳ κθʹ, ὥρᾳ γʹ, ἡμέρᾳ δʹ ἰνδικτιῶνος ζʹ ἔπαθεν ὑπὸ θεομηνίας πάλιν Ἀντιόχεια ἡ μεγάλη μετὰ δύο ἔτη τοῦ πρώτου αὐτῆς πάθους. καὶ ἐγένετο σεισμὸς μέγας ἐπὶ ὥραν μίαν, καὶ ἐγένετο βρυγμὸς ἐκ τοῦ οὐρανοῦ φοβερός· καὶ ἔπεσον πάντα τὰ κτισθέντα ἕως ἐδάφους καὶ τὰ τείχη, καὶ ἐκ τῶν μὴ πεσόντων παλαιῶν κτισμάτων ἐν τῷ πρώτῳ σεισμῷ κατηνέχθησαν νῦν· καὶ πᾶσα ἡ εὐπρέπεια, ἡ γενομένη ἐν τῇ πόλει ἔκ τε τῶν τοῦ βασιλέως φιλοτιμιῶν καὶ ὧν ἐξ ἰδίων οἱ πολῖται ᾠκοδόμησαν, πάντα κατέπεσον. ταῦτα μαθοῦσαι αἱ πλησιάζουσαι πόλεις μετὰ πένθους ἐλιτάνευον. ἀπέθανον δὲ καὶ ἐν ταύτῃ τῇ πτώσει χιλιάδες τέσσαρες καὶ ὀκτακόσιοι ἑβδομήκοντα. οἱ δὲ σωθέντες ἔφυγον εἰς τὰ ἄλλας πόλεις καὶ εἰς τὰ ὄρη ἐν καλύβαις ᾤκουν. γέγονε δὲ καὶ χειμὼν μέγας καὶ βαρύτατος· καὶ ἐλιτάνευον οἱ ἀπομείναντες πάντες ἀνυπό178 δητοι, κλαίοντες καὶ ῥίπτοντες ἑαυτοὺς πρηνεῖς εἰς τὰς χιόνας, κράζοντες τό, "Κύριε ἐλέησον." ἐφάνη δὲ ἐν ὁράματί τινι θεοσεβεῖ ἀνθρώπῳ, ὥστε εἰπεῖν πᾶσι τοῖς ὑπολειφθεῖσιν, ἵνα ἐπιγράψωσι εἰς τὰ ὑπέρθυρα αὐτῶν· "Χριστὸς μεθ' ἡμῶν· στῆτε." καὶ τούτου γενομένου, ἔστη ἡ ὀργὴ τοῦ θεοῦ. καὶ πάλιν ὁ βασιλεὺς καὶ ἡ αὐγούστα πολλὰ ἐδωρήσαντο χρήματα εἰς ἀνανέωσιν καὶ οἰκοδομὴν τῆς Ἀντιοχέων πόλεως· καὶ μετωνόμασεν αὐτὴν Θεούπολιν. ἐν δὲ τῇ καʹ τοῦ Μαρτίου μηνὸς τῆς ζʹ ἰνδικτιῶνος ἐπέρριψεν Ἀλαμούνδαρος ὁ Ζεκικῆς, ὁ βασιλίσκος τῶν Σαρακηνῶν, καὶ ἐπραίδευσε τὴν πρώτην Συρίαν ἕως τῶν ὁρίων Ἀντιοχείας, εἰς τὸ λεγόμενον Λίταργον, καὶ Σκαφαθῶν τῶν κτημάτων. καὶ ἐφόνευσε πολλοὺς καὶ ἔκαυσε τὰ ἔξω Χαλκηδόνος καὶ τὸ Σέρμιον κτῆμα καὶ τὴν Κυνηγίαν χώραν. καὶ ἀκούσαντες οἱ ἔξαρχοι τῶν Ῥωμαίων ἐξῆλθον κατ' αὐτοῦ. καὶ γνόντες οἱ Σαρακηνοὶ σὺν τοῖς Πέρσαις λαβόντες τὴν πραῖδαν καὶ τοὺς αἰχμαλώτους διὰ τοῦ ἐσωτέρου λιμιτοῦ ἔφυγον. τῷ δὲ Ἀπριλλίῳ μηνὶ τῆς αὐτῆς ζʹ ἐπινεμήσεως κατέλαβε βοήθεια στρατοῦ