86
Τῇ μὲν οὖν τετάρτῃ ἐν Τριπόλει ἡμέρᾳ ὁ Πέτρος ἐγερθεὶς καὶ ἐγρη- γορότας ἡμᾶς εὑρών, προσαγορεύσας ἐξῄει εἰς τὸ ὑδροχοεῖον, ὅπως λου- σάμενος εὔξηται, ὁμοίως τε καὶ ἡμεῖς ἀκολούθως ἐποιήσαμεν. συνευξαμένοις οὖν καὶ προκαθεσθεῖσιν τὸν περὶ τοῦ δεῖν ἁγνεύειν ἐποιεῖτο λόγον. καὶ ἐπειδὴ λοιπὸν ἡμέρα γεγόνει, τοῖς ὄχλοις εἰσελθεῖν ἐπέτρεψεν. εἰσελθόντος δὲ τοῦ ὄχλου πολλοῦ συνήθως προσαγορεύσας λέγειν ἤρξατο· Ἐπειδὴ πολλῇ τῇ καθ' ὑμῶν ὑφ' ὑμῶν γενομένῃ ἀμελείᾳ ὁ νοῦς τὰς πολλὰς καὶ βλαβερὰς τῶν θρησκειῶν ὑπονοίας ἐξέφυσεν καὶ γεγόνατε ὥσπερ γῆ ἀπορίᾳ γεωργοῦ χερσεύσασα· πολλοῦ πρὸς κάθαρσιν δεῖσθε χρόνου, ἵνα τὸν μεταδιδόμενον ὑμῖν λόγον ἀληθῆ ὥσπερ καλὸν σπόρον ὁ νοῦς λαβὼν μὴ κακαῖς φροντίσιν συνπνίξας ἄκαρπον καταστήσῃ πρὸς τὰ σσζειν δυνάμενα ἔργα. διὸ χρὴ τοὺς πεφροντικότας τῆς ἑαυτῶν σωτηρίας συνεχέστερον ἐπακούειν, ὅπως τὰ ἐκ μακρῶν χρόνων ἀτοπήματα πληθυνθέντα βραχεῖ τῷ περιλειπομένῳ χρόνῳ συνεχεῖ σπουδῇ πρὸς κάθαρσιν ἀναλογῆσαι δυνηθῇ. ἐπεὶ οὖν ἕκαστος ἄδηλον ἔχει τοῦ ἰδίου χρόνου τὸ τέλος, σπεύσατε τὰς πολλὰς τῶν καρδιῶν ὑμῶν ἐξελεῖν ἀκάνθας, μὴ κατ' ὀλίγον· οὐ γὰρ δυνήσεσθε καθαρθῆναι, ἐπὶ πολὺ γὰρ ἐχερσεύσατε. οὐκ ἄλλως δὲ τὸ πολὺ τῆς σπουδῆς πρὸς κάθαρσιν ὑμῶν ἀναδέξασθαι ὑπομενεῖτε, ἐὰν μήγε αὑτοῖς ὀργισθέν- τες ἐπιπλήξητε περὶ ὧν ὡς ἀχρεῖοι δοῦλοι ἐνηδρεύθητε συνθέμενοι ταῖς κακαῖς ὑμῶν ἐπιθυμίαις, ἵνα τὴν δικαίαν ὑμῶν <ὀργὴν> τῷ νῷ ὡς πῦρ χερσευσάσῃ ἀρούρῃ ἐπαφεῖναι δυνηθῆτε. εἰ μὲν οὖν οὐκ ἔχετε δίκαιον πῦρ (τὴν κατὰ τῶν κακῶν ἐπιθυμιῶν ὀργὴν λέγω), μάθετε ἀπὸ ποίων καλῶν ἐνηδρεύθητε καὶ πρὸς ποίαν κόλασιν κατηρτίσθητε καὶ ὑπὸ τίνος ἠπατήθητε, καὶ οὕτως ὑμῶν ὁ νοῦς νήψας καὶ ὥσπερ πῦρ ὑπὸ τῆς τοῦ πέμψαντος ἡμᾶς διδασκαλίας ἐξαφθεὶς εἰς ὀργήν, τὰς ἀκάνθας τῆς ἐπιθυμίας ἀναλῶσαι δυνηθῇ. πιστεύσατέ μοι ὅτι θελήσαντες πάντα κατορθῶσαι
Θεοῦ τοῦ ἀοράτου ἐστὲ εἰκών. ὅθεν οἱ εὐσεβεῖν βουλόμενοι μὴ τὰ εἴδωλα λεγέτωσαν θεοῦ εἰκόνα εἶναι καὶ διὰ τοῦτο δεῖν αὐτὰ σέβειν. εἰκὼν γὰρ θεοῦ ὁ ἄνθρωπος. ὁ εἰς θεὸν εὐσεβεῖν θέλων ἄνθρωπον εὐεργετεῖ, ὅτι εἰκόνα θεοῦ τὸ ἀνθρώπου βαστάζει σῶμα, τὴν δὲ ὁμοιότητα οὐκέτι πάντες, ἀλλὰ ἀγαθῆς ψυχῆς ὁ καθαρὸς νοῦς. πλὴν ὡς ἡμεῖς οἴδαμεν τὸν ἄνθρωπον «κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν» γεγονότα τοῦ θεοῦ, εἰς τοῦτον ὑμᾶς εὐσεβεῖν λέγομεν, ἵνα εἰς θεόν, οὗπέρ ἐστιν εἰκών, ἡ χάρις λογισθῇ. τιμὴν οὖν τῇ τοῦ θεοῦ εἰκόνι (ὅπερ ἐστὶν ἄνθρωπος) προσφέρειν δεῖ οὕτως· πεινῶντι τροφήν, διψῶντι ποτόν, γυμνητεύοντι ἔνδυμα, νοσοῦντι πρόνοιαν, ξένῳ στέ- γην καὶ τῷ ἐν εἱρκτῇ ὄντι ἐπιφαινόμενον βοηθεῖν ὡς δυνατόν ἐστιν. καὶ ἵνα μὴ τὸ κατ' εἶδος λέγω, πάντα ὅσα ἑαυτῷ τις θέλει καλά, ὡσαύτως ἄλλῳ χρῄζοντι παρεχέτω, καὶ τότε αὐτῷ εἰς τὴν τοῦ θεοῦ εἰκόνα εὐσεβή- σαντι δύναται ἀγαθὸς λογισθῆναι μισθός· ᾧ λόγῳ εἰ καὶ ταῦτα ποιεῖν μὴ ἀναδέξηται, ὡς ἀμελήσας τῆς εἰκόνος κολασθήσεται. οἷον οὖν ἔστιν λέγειν ποτὲ ὅτι εὐσεβείας τῆς εἰς θεὸν χάριν πᾶσαν μορφὴν σεβόμενοι, τὸν ἄνθρωπον τὴν ὄντως εἰκόνα θεοῦ ὄντα ἐν πᾶσιν ἐνυβρίζοντες, φονεύοντες,
[OΜIΛIA IA.]
δυνήσεσθε.