1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

86

νεοφωτίστους βεβαιοῦμεν καὶ τοὺς κατηχουμένους πιστο ποιούμεθα. Eἰ δὲ καθυφῶμέν τι τῆς ὁμολογίας, ἐξαρνησάμενοι τὴν εὐσέβειαν διὰ γνώμης χαυνότητα καὶ φόβον βραχυτάτης τιμωρίας, οὐ μόνον ἑαυτοὺς ἀποστεροῦμεν τῆς αἰωνίου δόξης, ἀλλ' ἤδη καὶ ἑτέροις αἴτιοι ἀπωλείας γενησόμεθα καὶ διπλοτέραν ὑποίσομεν τὴν τίσιν, ὡς ὑποψίαν δόντες διὰ τῆς ἀρνήσεως, πλάνης διδαχὴν εἶναι τήν ποτε ὑφ' ἡμῶν δοξα ζομένην ἀλήθειαν. ∆ιὸ μήτε πρόχειροι ὦμεν καὶ ·ιψοκίν δυνοι· λέγει γὰρ ὁ Κύριος· «Προσεύχεσθε μὴ ἐμπεσεῖν εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.» Μήτε μὴν ἐμπεσόντες δειλίᾳ καταισχύνωμεν τὴν ὁμολογίαν. Eἰ γὰρ ἀρνησάμενός τις τὴν ἑαυτοῦ ἐλπίδα, ὅς ἐστιν Ἰησοῦς ὁ τοῦ Θεοῦ υἱός, ἀπολυθῇ τοῦ προσκαίρου θανάτου, αὔριον δὲ ἐπὶ κλίνης νόσῳ περιπέσῃ ὀξυτάτῃ κοιλίας ἢ στομάχου ἢ κεφαλῆς ἤ τινι πάθει τῶν ἀνιάτων, σήψεως ἢ γαγγραίνης ἢ ἀποστάσεως ἢ ἰλεοῦ ἢ ὑδέρου ἢ κόλου, ταχεῖαν ποιήσηται τὴν καταστροφὴν καὶ τοῦ ζῆν ὑπεξέλθοι· οὐχὶ καὶ τῶν ἐνταῦθα ἐστερήθη καὶ τῶν αἰωνίων ἐκπέπτωκεν, μᾶλλον δὲ τῆς αἰωνίου κολάσεως ἐντὸς κατέστη, πορευθεὶς εἰς τὸ σκότος τὸ ἐξώτερον, οὗ ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων; Ὁ δὲ ἀξιωθεὶς μαρτυρίου χαιρέτω τὴν ἐν Κυρίῳ χαράν, ὡς τηλικούτου ἐπιτυχὼν στεφάνου καὶ δι' ὁμολογίας ποιούμενος τὴν ἔξοδον τοῦ βίου. Καὶ ἐὰν κατηχούμενος ᾖ, ἄλυπος ἀπίτω· τὸ γὰρ πάθος τὸ ὑπὲρ Χριστοῦ αὐτῷ ἔσται γνησιώτερον βάπτισμα, ὅτι αὐτὸς μὲν πείρᾳ συναποθνήσκει τῷ Κυρίῳ, οἱ δὲ λοιποὶ τύπῳ. Χαιρέτω οὖν μιμούμενος τὸν διδάσκαλον, ἐπειδὴ καὶ προστέτακται· «Κατηρτισμένος ἔστω πᾶς ὡς ὁ διδάσκαλος αὐτοῦ.» Ὁ δὲ διδάσκαλος ἡμῶν Ἰησοῦς ὁ Κύριος δι' ἡμᾶς ἐπλήγη, βλασφημίας ὑπέ μεινεν καὶ ὀνειδισμοὺς μακροθύμως, ἐνεπτύσθη, ἐκολαφίσθη, ἐρραπίσθη, σταυρῷ μετὰ τὸ μαστιχθῆναι προσηλώθη, ὄξος καὶ χολὴν ἐποτίσθη, τελειώσας πάντα τὰ γεγραμμένα εἶπεν τῷ Θεῷ καὶ Πατρί· «Eἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου.» ∆ιὸ καὶ ὁ εὐχόμενος ἐκείνου μαθητὴς εἶναι ζηλούτω τοὺς αὐτοῦ ἀγῶνας, μιμείσθω τὴν ὑπομονήν, γινώ σκων, ὅτι κἂν ἐν πυρὶ ὑπὸ ἀνθρώπων καῇ, οὐθὲν πείσεται, ὡς καὶ οἱ τρεῖς παῖδες, ἢ εἰ καὶ πάθοι τι, μισθὸν παρὰ Θεοῦ λήψεται, πιστεύων τῷ ἑνὶ καὶ μόνῳ ἀληθινῶ Θεῷ καὶ Πατρὶ διὰ Ἰησοῦ Χριστοῦ τοῦ μεγάλου ἀρχιερέως καὶ λυτρωτοῦ τῶν ψυχῶν καὶ μισθαποδότου τῶν ἄθλων, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.