Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
θερμαν θῆναι, κρεῖττον ἴσως ἢ καθ' ἡμᾶς καὶ οὐκ ἐφ' ἡμῖν τάχα που· τὸ δὲ ἀνακόπτειν δύνασθαι τοῖς εἰς τὸ ἄμεινον λογισμοῖς, ἐφικτὸν ἁγίοις. Ἐθερμάνθη οὖν, φησὶν, ἐντὸς ἡ καρδία μου, οὐ μὴν καὶ εἰς τὸ ἔξω τὴν ὀργὴν προήνεγκα, ἀλλ' ἐν ἐμαυτῷ ταύτην κατ έσχον καὶ οἷον ἀπέπνιξα, μηδὲν μήτε εἰπὼν μήτε δρά σας ἀπὸ θυμοῦ, ἀλλ' ἢ μόνον ἐν τῷ μελετᾷν καὶ ἀνα λογίζεσθαι τὴν λοιδορίαν, ἐκκαιόμενος ἔνδον ὑπὸ τῆς λύπης. Ὅτι δ' ἐστὶ τοῦτο κατορθωμάτων ἄριστον, διδάξει λέγων ὁ Σολομών· "Ὁ κρατῶν ὀργῆς, κρείσ σων τοῦ καταλαμβανομένου πόλιν." [Ἐλάλησα ἐν γλώσσῃ μου. Περὶ ὧν ἐσίγησα, φησὶν, οὐχ ὡμολογημένην τὴν δικαίωσιν ἔχων, ἐξεζήτησα παρὰ Κυρίου πληροφορίαν λαβεῖν ἀναμφίβολον παρὰ τῆς τοιαύτης σιγῆς καὶ κωφεύσεως, καὶ παρὰ πάντων ἄλλων τῶν κατὰ τὸν βίον πρακτέων, ἵνα διαγνῶ μετὰ βεβαιώσεως, ὁποῖόν τί ἐστι τὸ ὑστέρημα τῆς κατ' ἀρετὴν τελειότητος, πρὸς τὸ, κατὰ τὴν ἀναλογίαν τοῦ πλημμελήματος, ἐπι δείξασθαι καὶ τὴν μετάνοιαν καὶ διόρθωσιν.] Ἵνα γνῶ τί ὑστερῶ ἐγώ. (A f. 215 b. B f. 141. I f. 194) Ἐγὼ οἶμαι τὸ ἀπίθανον ἐνεῖναι τοῖς τοιοῖσδε λόγοις τῶν οὕτως ἑρμη 69.973 νευσάντων. Ἦν μὲν γὰρ ἅγιος καὶ προφήτης ὁ ∆αβίδ. Ἀλλ' οὖν ἐπείπερ ὑπὲρ ἀφέσεως πλημμελημάτων ἐναργῶς ἐποιεῖτο τὴν ἱκετηρίαν, οὐκ ἐν καιρῷ τάχα που διαμαθεῖν ἠπείγετο τί τὸ λεῖπον αὐτῷ κατὰ ἀρε τήν. Ἔδει δὲ μᾶλλον ἔλεον αἰτεῖν ἐφ' οἷς ᾔδει πεπαρ ωνηκὼς εἰς τοὺς ἱεροὺς καὶ θείους νόμους, ἀλλ' οὐκ ἀκριβῆ ποιεῖσθαι κατάσκεψιν τῶν αὐτῷ κατωρ θωμένων. Τί οὖν ἐστιν ὅ φησιν; ∆ιακαρτερήσας ἐν πόνοις, καὶ παρατεινομένης τῆς ἐπ' ἐμοὶ πληγῆς, λοιπὸν τὰ ἐξ ἀνθρωπίνης μικροψυχίας ἐλάλουν, πλὴν οὐκ ἐναργῶς, ἀλλ' ἠρέμα καὶ ἐν γλώσσῃ· ἔφην τε· "Ὦ ∆έσποτα, γνώρισόν μοι τῆς ἐμῆς ζωῆς τὸ πέρας, καὶ τῶν ἐτῶν μου τὸν ἀριθμόν." Ἀντιπαραθήσει γὰρ τῆς σῆς ὑπάρξεως, τοῦ ἀεὶ ὄντος, γνωσθήσεται τί ὑστερῶ ἐγὼ, τουτέστιν ὅσον ἀπολιμπάνομαι τῆς σῆς δόξης καὶ ὑπεροχῆς, ὁ χόρτοις ἐν ἴσῳ τοῖς ἐν ἀγρῷ, βραχὺ μὲν ἀνθήσας, μαραινόμενος δὲ διὰ τοῦ πίπτειν εἰς θάνατον. [Ἰδοὺ παλαιστὰς ἔθου. Ἄγαν σοι, φησὶν, εὐπετὲς καὶ ῥᾷστον γνωρίσαι μοι, Κύριε, τῶν ἡμερῶν τὸν ἀριθμόν· οἶδα γὰρ με μετρημένας ἔχεις ταύτας ἐπὶ τῆς γῆς. Ἐπειδὴ πᾶσά μου τῆς ζωῆς ἡ ὑπόστασις ὡσεὶ οὐθὲν ἐνώπιόν σου λελόγισται καὶ διέγνωσται. Ταύτην γὰρ ὑπόστασιν προσηγόρευσεν, ἢ κατὰ τὸν Σύμμαχον τὴν ἀναστρο φὴν καὶ διατριβήν· βίωσιν γὰρ ἐκεῖνο εἶπεν. Καὶ τοιοῦτον εἶναι σαφῶς τὸ λεγόμενον· "Γνώρισόν μοι, Κύριε, τῶν ἡμερῶν μου τὸν ἀριθμὸν," τουτέστι τὸν ἐπίλοιπον τῆς παρούσης ζωῆς μου καιρὸν, ἵνα δι ερευνήσας κἀγὼ τὸ ἴδιον συνειδὸς, γνῶ πόσον ἐλλείπω πρὸς τὴν κατ' ἀρετὴν τελειότητα, καθάπερ σὺ πολλῷ πρώην γινώσκεις, ἐπειδὴ μετρητὰς ἔθου τὰς ἡμέρας μου, καὶ πᾶσαν ἐπίστασαι τὴν ἐμὴν ἀναστροφὴν καὶ διατριβήν.] Καὶ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου. (I f. 194 b, L f. 107) Ἢ καὶ οὕτως· Ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου, ὅτι χίλια ἔτη ἐν ὀφθαλ μοῖς σου ὡσεὶ ἡμέρα ἡ ἐχθὲς ἥτις παρῆλθεν, ἢ 69.976 φυλακὴ ἐν νυκτὶ, τουτέστιν ὧραι τρεῖς ἢ τέσσαρες. Οὐκοῦν ἐπειδήπερ αὐτὸς μὲν ὑπάρχεις ἀεὶ, ἡ δ' ἐμὴ ὑπόστασις ὀλίγη παντελῶς ἐστιν καὶ συνεσταλμένη, καὶ ὡς οὐδὲν ὅλως ἐν τοῖς ὀφθαλμοῖς, μὴ ἀφῇς κολά ζεσθαι μακρὰ τὸν ἐξ ἀσθενείας ὠλισθηκότα, μήτε μὴν τῷ παντὶ τοῦ βίου μήκει σύνδρομον ἔχοιμι τὴν πλη γήν. Ἀντὶ δὲ τοῦ ὑπόστασις, ὁ μὲν Ἀκύλας κα- τάδυσις εἶπεν· ὁ δὲ Σύμμαχος βίωσις. Ὁ γὰρ ἀν θρώπινος βίος οὐδέν ἐστιν, ὡς πρὸς τὴν θείαν ἀϊδιό τητα· κατὰ τὸ, "Σὺ δὲ αὐτὸς εἶ· ἀλλὰ καὶ πᾶσα ἡ παρ' ἀνθρώποις σπουδὴ, ματαιότης ματαιοτήτων." Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου. (L f. 107) Ἀνθ' οὗ ὁ Σύμμαχος· "Ὡς σπιθαμὴν ἔδωκας τὰς ἡμέρας μου." Ἢ καὶ παλαιστὰς τὸ πλήρης εἶναι τοῦ ἐκ τῶν πειρατηρίων ἀγῶνος. Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται, κ.τ.λ. (A f. 216 b, Κυρίλλου καὶ Ἀθανασίου) Κατὰ δὲ τοὺς πάνυ Ἀθανάσιον καὶ Κύριλλον, ἐπειδὴ ἐν εἰκόνι καὶ οὐκ ἐν ἀληθείᾳ νῦν διαπορεύεται ὁ ἄνθρωπος (ἡ γὰρ ἀληθὴς ζωὴ κατὰ τὸν μέλλοντα αἰῶνά ἐστιν),