86
ἂν τὸν αὑτοῦ παῖδα οὐδὲ τὸν οἰκέτην σώφρων δεσπότης ὑπὸ τοῖς ἐχθροῖς ἀγόμενον περιόψεται οὐδέ γε πολέμου στρατηγὸς τοὺς οἰκείους, παρὸν διασώσασθαι, τοῖς πολεμίοις αἰχμαλώτους ἀνήσει οὐδὲ ποιμὴν τὰ θρέμματα τοῖς λύκοις· θεοὶ δὲ ἄρα καὶ ἀγαθοὶ δαίμονες ὑπὸ τοῖς μοχθηροῖς καὶ φαύλοις ἀνήσουσι τὸ 4.17.9 ἀνθρώπων γένος; καὶ οἱ «τρισμύριοι φύλακες μερόπων ἀνθρώπων», οἱ δὴ ποιμένες καὶ σωτῆρες βασιλεῖς τε καὶ πατέρες καὶ κύριοι, τοῖς ἐχθροῖς καὶ πολεμίοις καὶ ἀγρίοις θηρσὶν ἀνηλεῶς οὕτως καὶ ὠμῶς ἄγειν καὶ φέ ρειν τὰ φίλτατα παραδώσουσιν, οὐχὶ δὲ προπολεμήσουσιν ὑπερασπίζοντες τῶν προσφύγων καὶ τοὺς μὲν ἐχθροὺς καὶ πονηροὺς δαίμονας τῆς ἀνθρώπων ἀγέλης μακρὰν ὥσπερ τινὰς ἀγρίους καὶ ὠμοβόρους θῆρας ἀποδιώξουσιν, διδάξουσι δὲ πάντα ἄνθρωπον μυρίων θεῶν καὶ δαιμόνων ἀγαθῶν πλήθει προσῳκειωμένον ἐπιθαρσοῦντα καὶ τοῖς οὐ μόνον κρείττοσιν, ἀλλὰ καὶ πλείοσιν καὶ μεγίστοις θεοῖς καθωσιωμένον σμικρά, μᾶλλον δὲ τὸ μηθὲν 4.17.10 ἐπιστρέφεσθαι τῆς τῶν πονηρῶν δαιμόνων ἀσθενείας; ὅτε δὲ τοῦτο μὴ ἔπραττον, συνήργουν δ' ἔμπαλιν τοῖς πονηροῖς αὐτοί, διὰ τῶν χρησμῶν τὰς προδηλωθείσας ἀνιέντες ἀνθρωποθυσίας χαίροντές τε αἰσχρορρημοσύναις ἁπάσαις καὶ ταῖς τούτων ἀκολούθοις πράξεσιν, ἔργῳ, φασί, δῆλον ὡς οὐδέν τι καὶ αὐτοὶ φαύλων δαιμόνων τὴν φύσιν διήλλαττον, μᾶλλον δὲ μιᾶς καὶ τῆς αὐτῆς ὑπῆρχον προαιρέσεως καὶ γνώμης· καὶ ἔτι μᾶλλον εἰπεῖν, ὡς οὐδὲ ὅλως θεός τις ἦν οὐδέ τις ἀγαθὸς δαίμων ὁ πάλαι πρὸς τῶν ἐθνῶν 4.17.11 ἁπάντων κατὰ πόλεις τε καὶ χώρας προσκυνούμενος. πῶς γὰρ ἂν γένοιτό ποτε τῷ ἀγαθῷ τὸ φαῦλον φίλον, εἰ μὴ καὶ φωτὸς καὶ σκότους κρᾶσιν δύνασθαι μίαν φαίη τις ἂν γενέσθαι; πόσῳ δὲ κρείττων ὁ παρὰ ἀνθρώποις λογισμὸς τῶν νενομισμένων θεῶν, μηδὲ φαύλοις δαίμοσιν χρῆναι θύειν παρακελευόμενος; λέγει δ' οὖν ὁ πρόσθεν εἰρημένος συγγραφεύς, ἐν οἷς ἔφησεν μὴ δεῖν ζῳοθυτεῖν, ὅτι μηδὲ φαύλοις δαίμοσιν θυτέον, τοῦτον τὸν τρόπον· 4.18.1 ιθʹ. ΟΤΙ ΜΗ ∆ΕΙ ΤΟΙΣ ΠΟΝΗΡΟΙΣ ∆ΑΙΜΟΣΙ ΘΥΕΙΝ «∆ιὸ συνετὸς ἀνὴρ καὶ σώφρων εὐλαβηθήσεται τοιαύταις χρῆσθαι θυσίαις, δι' ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς τοιούτους, σπουδάσει δὲ καθαί ρειν τὴν ψυχὴν παντοίως· καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται, διὰ τὸ αὐτοῖς ἀνόμοιον. εἰ δὲ ταῖς πόλεσιν ἀναγκαῖον καὶ τούτους ἀπομειλίσσεσθαι, οὐδὲν πρὸς ἡμᾶς· ταύταις γὰρ καὶ πλοῦτος καὶ τὰ ἐκτὸς καὶ τὰ σωματικὰ ἀγαθὰ εἶναι νενόμισται, καὶ τὰ ἐναντία κακά, ὀλιγοστὸν δ' ἐν αὐταῖς τὸ τῆς ψυχῆς ἐπιμελούμενον.» Τούτοις ἑξῆς ἐπάγει λέγων· κʹ. ΟΠΩΣ ΑΝΑΚΕΙΣΘΑΙ ∆ΕΙ ΤΩΙ ΕΠΙ ΠΑΝΤΩΝ ΘΕΩΙ «Ἡμεῖς δὲ κατὰ δύναμιν οὐ δεησόμεθα ὧν οὗτοι παρέχουσιν, ἀλλ' ἔκ τε ψυχῆς ἔκ τε τῶν ἐκτὸς πᾶσαν σπουδὴν ποιούμεθα θεῷ μὲν καὶ τοῖς ἀμφ' αὐτὸν ὁμοιοῦσθαι ὃ γίνεται δι' ἀπαθείας καὶ τῆς περὶ τῶν ὄντως ὄντων διηρθρωμένης διαλήψεως καὶ πρὸς αὐτὰ καὶ κατ' αὐτὰ ζωῆς, πονηροῖς δὲ ἀνθρώποις καὶ δαίμοσιν καὶ ὅλως παντὶ τῷ χαίροντι τῷ θνητῷ τε καὶ ὑλικῷ ἀνομοιοῦσθαι.» 4.19.2 «Ὃν δὲ ἡμεῖς ὑπογράφομεν φιλόσοφον ἀφιστάμενον τῶν ἐκτός, εἰκότως φαμὲν μὴ ἐνοχλήσειν δαίμοσιν μηδὲ μάντεων δεήσεσθαι μηδὲ σπλάγχνων ζῴων. ὧν γὰρ ἕνεκα αἱ μαντεῖαι, τούτων οὗτος μεμελέτηκεν ἀφίστασθαι. οὔτε γὰρ εἰς γάμον καθίησιν, ἵνα περὶ γάμου τὸν μάντιν ἐνοχλήσῃ, οὐκ εἰς ἐμπορίαν, οὐ περὶ οἰκέτου, οὐ περὶ κλοπῆς καὶ τῆς ἄλλης παρὰ ἀνθρώποις δοξοκοπίας. περὶ ὧν δὲ ζητεῖ, μάντις μὲν οὐδεὶς οὐδὲ σπλάγχνα ζῴων μηνύσει τὸ σαφές· αὐτὸς δὲ δι' ἑαυτοῦ, ὡς λέγομεν, προσιὼν τῷ θεῷ, ὃς ἐν τοῖς ἀληθινοῖς αὐτοῦ σπλάγχνοις ἵδρυται, περὶ τοῦ αἰωνίου βίου λήψεται τὰς ὑποθήκας, ὅλος ἐκεῖ συρρεύσας.» 4.19.3 Σαφέστατα δὴ διὰ τούτων ὁ λόγος ἐξέφηνεν τίνων ἡγεῖσθαι χρὴ τὰ μαντεῖα καὶ τὰς διὰ θυτικῆς ἐρωτήσεις τάς τε παρὰ τοῖς πολλοῖς θαυμαζομένας περὶ τῶν ἀδήλων προγνώσεις. πάντα γὰρ ταῦτα, δοξοκοπίας ὀνομάσας, ὡς 4.19.4 ἂν ὑπὸ δαιμόνων πονηρῶν ἐνεργούμενα ἀποβάλλει. τὸν γοῦν περὶ φαύλων δαιμόνων διεξιὼν λόγον καὶ φάσκων τὸν συνετὸν ἄνδρα καὶ σώφρονα μή ποτε τούτοις ἑαυτὸν ἐπιδοῦναι μηδ' ἐπισπάσασθαι εἰς ἑαυτὸν διὰ τῶν