86
σχήμα τος. 186 Ἀχαΐα ὑπὸ Ἀχαιοῦ ἐκτίσθη. Καδμεία ἐκτίσθη καὶ Σίδη ἐν Κιλικίᾳ. ∆ιονύσου γένεσις ἐκ Σεμέλης.
ΚΟΣΜΟΥ ΕΤΗ Ὁ Ἰσραὴλ ἁμαρτήσας παρεδόθη τοῖς Μαδιναίοις ἔτη ζʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος δρηʹ. Γεδεὼν ἔκρινε τὸν Ἰσραὴλ ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δριεʹ. Γεδεὼν ἐπαναστὰς κατὰ ἀλλοφύλων ὁ ἐκ φυλῆς Μανασσῆ υἱὸς Ἰωᾶς τοῦ Ἀβιεζρεὶ ἀγγέλου ἐπιστασίᾳ τό τε πατρικὸν καθεῖλε θυσιαστήριον καὶ θεῖον ἀντῳκοδόμησε, ἀνοίσας τὸν μόσχον τὸν σιτευτὸν τῷ θεῷ ὁλοκαύ τωσιν ἐν τοῖς ξύλοις τοῦ ἄλσους οὗ ἐξέκοψε τοῦ Βαάλ. οὗτος τὸ πνεῦμα τοῦ θεοῦ λαβὼν καὶ τοῖς ἐπὶ τῷ πόκῳ σημείοις πεπιστευκώς, ποτὲ μὲν ὑγρῷ, ποτὲ δὲ ξηρῷ γεγονότι, παραδόξως σὺν λαμπάσι τριακοσίοις ιβʹ μυριάδας ἀνδρῶν ἐτροπώσατο, συλλαβὼν τὸν Ὠρὴβ καὶ τὸν Ζὴβ καὶ τοὺς δύο μεγάλους ἄρχοντας Ἀμαλὴκ καὶ τὸν Ζεβεὲ καὶ τὸν Σαλμανά, δύο βασιλεῖς Μαδιάμ, καὶ ἀνελὼν αὐτοὺς ἐν ῥομφαίᾳ. τούτῳ τῷ Γεδεὼν οʹ υἱοὶ γεγόνασιν ἐκ τῶν γυναικῶν αὐτοῦ καὶ Ἀβιμέλεχ ἐπὶ τούτοις ὁ ἐκ τῆς παλλακῆς αὐτοῦ. Ἀβιμέλεχ ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρνεʹ. Τοῦτον τὸν Ἀβιμέλεχ καὶ τοὺς οʹ ἀδελφοὺς αὐτοῦ ἡ βίβλος τῶν κριτῶν πρῶτον μὲν τοῦ Γεδεὼν υἱοὺς λέγει τρανῶς, ἔπειτα δὲ τοῦ ἀδελφοῦ αὐτοῦ Ἱεροβαάλ, ὃς συνῴκησε τῷ Γεδεὼν περὶ τὰ τέλη αὐτοῦ, ὡς αὐτόθι γέ γραπται, καὶ δοκεῖ πως ἄπορον εἶναι. Ἀφρικανὸς δὲ τοῦ Ἱεροβαὰλ αὐτοὺς λέγει πάντας. Ἀβιμέλεχ ὁ ἐκ τῆς παλλακῆς υἱὸς Γεδεὼν ἀποκτείνας πάντας τοὺς ἀδελ φοὺς αὐτοῦ πλὴν Ἰωνάθου τοῦ νεωτέρου ἐξεπόρνευσε τὸν λαόν. Ἰωνάθης δ' ἀνελθὼν εἰς τὸ ὄρος τὸ Γαριζεὶν τὸ ἐν Σαμαρείᾳ, ὃ ἑρμηνεύεται ὄρος ἅγιον, τὸν περὶ τῶν ξύλων μῦθον ἐξεῖπε, προδηλῶν τὴν ἐσομένην τοῖς 187 ὑπηκόοις τῷ Ἀβιμέλεχ φθορὰν ἐξ αὐτοῦ. οὗτος τὴν Βαιθὴλ πολιορκῶν ὕστερον λίθῳ μυλικῷ πληγεὶς τὸ κρανίον ὑπὸ γυναικὸς ῥιφέντι διεφθάρη, κρατήσας ἔτη γʹ. Θωλὰ ἐκ φυλῆς Ἰσσάχαρ υἱὸς Φουὰ ἔκρινε τὸν Ἰσραὴλ ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρνηʹ.
ΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀσσυρίων λεʹ ἐβασίλευσεν Εὐπάκμης ἔτη ληʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος δυλβʹ. Ἀσσυρίων λςʹ ἐβασίλευσε Λαοσθένης ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυοʹ. Ἀσσυρίων λζʹ ἐβασίλευσε Περτιάδης ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφιεʹ. Ἀσσυρίων ληʹ ἐβασίλευσεν Ὀφραταῖος ἔτη καʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφμεʹ. Ἀσσυρίων λθʹ ἐβασίλευσεν Ἐφεχερὴς ἔτη ςʹ Ὀφρατάνης ἔτη νβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφξςʹ. Ἀσσυρίων μʹ ἐβασίλευσεν Ἀκραγάνης ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχιηʹ.
ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων μζʹ ἐβασίλευσε Ῥαμεσσῆς ὁ καὶ Αἴγυπτος
ἔτη ξηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δνηʹ. Αἰγυπτίων μηʹ ἐβασίλευσεν Ἀμενωφὶς ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρκςʹ. Αἰγυπτίων μθʹ ἐβασίλευσε Θούωρις ἔτη ιζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρλδʹ. Αἰγυπτίων νʹ ἐβασίλευσε Νεχεψὼς ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρναʹ. Αἰγυπτίων ναʹ ἐβασίλευσε Ψάμμουθις ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δροʹ. 188 Αἰγυπτίων νβʹ ἐβασίλευσεν *** ἔτη δʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρπγʹ. Αἰγυπτίων νγʹ ἐβασίλευσε Κῆρτος ἔτη ιςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρπζʹ. Αἰγυπτίων νδʹ ἐβασίλευσε Ῥάμψις ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσζʹ. Αἰγυπτίων νεʹ ἐβασίλευσεν Ἀμενσὴς ὁ καὶ Ἀμμενέμης ἔτη κςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσνβʹ.
ΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ Μυκηνῶν Ἀργείων ιεʹ ἐβασίλευσε Πέλοψ ἔτη λεʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος δσμδʹ. Τὸν Πέλοπα τινὲς οὐ μόνον Ἀργείων καὶ Μυκηνῶν ἱστοροῦσι βασιλεῦσαι, ἀλλὰ καὶ πάσης τῆς Πελοποννήσου. οὗτος Ὀλυμπίων προέστη καὶ στρα τεύσας ἐπὶ Ἴλιον ἡττήθη ὑπὸ ∆αρδάνου. ἀπ' αὐτοῦ Πελοπόννησος ὠνο μάσθη. οὗτος