86
εἰς τὸν ἐφεξῆς χρόνον κατὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας ἡ τεταγμένη μισθοφορὰ παρέχηται αὐτοῖς, τὰ ὀφειλόμενα ἐπὶ τῷ προτοῦ πάνυ φιλοῦντες ἐμοὶ χαριοῦνται χρόνῳ. ἄλλως τε ἔδεισα μή τις καὶ διὰ ταῦτα γένηται ἀναβολὴ πρὸς τὴν εἰρήνην, καὶ δόξωμεν μᾶλλον ἐξεπίτηδες τὸν πόλεμον αἱ 1.243 ρεῖσθαι. καὶ διὰ τοῦτο δεῖν ᾠήθην πᾶν ζήτημα καὶ ἀμφιβολίαν ποιῆσαι ἐκποδὼν, καὶ μᾶλλον τοῖς ἡμετέροις φανῆναι φορτικὸς καὶ ἐπαχθὴς, ἢ πρὸς τὸν πόλεμον αἰτίαν παρασχεῖν.» τοιαῦτα βασιλέως εἰπόντος τοῦ νέου, οἱ παρὰ τοῦ πρεσβυτέρου ἀπεσταλμένοι ἀρχιερεῖς καὶ συγκλητικοὶ θαυμάσαντες τῆς μεγαλοψυχίας τὸν βασιλέα καὶ τοῦ σφόδρα οὕτω τὴν εἰρήνην αἱρεῖσθαι, χάριν ὁμολογήσαντες πολλὴν, χαίροντες ᾐτοῦντο τὴν ἐπάνοδον ἐπιτραπῆναι, νομίζοντες, ὡς ἅμα τῷ τὰ πεπραγμένα ἀπαγγεῖλαι βασιλεῖ κώλυμα οὐδὲν ἔσται τῇ εἰρήνῃ ὥστε εἶναι. ἐκείνοις μὲν οὖν ὥσπερ ᾐτοῦντο ἐπέτρεπεν ἐπανελθεῖν. δι' αὐτῶν δὲ πρὸς βασιλέα τὸν πάππον ἐπρεσβεύετο τοιάδε· «τὴν μὲν ἐμὴν πρὸς τὸ σὲ τὴν Ῥωμαίων ἔχειν ἡγεμονίαν σπουδήν τε καὶ προθυμίαν θεός τε οἶδε καλῶς ὁ πάντα εἰδὼς, καὶ αὐτὸς ἂν ἐπιμαρτυρήσαις. ἐνὸν γὰρ, εἴγε ἐβουλόμην, σὲ λυπεῖν καὶ κατὰ τοὺς προτέρους πολέμους ἢ συμπάσης ἢ τῆς πλείονος ἀρχῆς κρατεῖν, οὐκ ἠθέλησα ἑκὼν, ἀλλὰ σοὶ νομίζων εἶναι δίκαιον ἐξίστασθαι ταύτης ὄντι πατρὶ, ἕως ἂν περιῇς, δυνάμενος κατασχεῖν, παρεχώρησα ἑκὼν εἶναι· καὶ τοῦτό γε οὐκ ἄνευ πόνων καὶ κινδύνων. τῶν γὰρ σὺν ἐμοὶ πολεμουμένων πάντων τοὺς μὲν πόνους καὶ τοὺς κινδύνους ἐν τῷ πολεμεῖν ὑφισταμένων, τῶν ἄθλων δὲ καὶ τῶν γερῶν ἀποστερουμένων, διὰ τὸ ἐμὲ, σοῦ προστάττοντος, εὐθὺς ἄσμενον χωρεῖν πρὸς τὴν εἰρήνην καὶ πάντων σοι παραχωρεῖν, ὧν ἐκτήσαντο αὐτοὶ κρατοῦντες ἐν τῷ πολέμῳ, ἀμφοτέρωθεν ἐμοὶ συνέβαινε τὸ θορυβεῖσθαι. τό, τε γὰρ πείθειν καταθέσθαι τὸν 1.244 πόλεμον, ἐπίπονον ἦν, αὐτῶν δίκαια λέγειν ἰσχυριζομένων καὶ μέχρι παντὸς ἐπεξιέναι τοὺς πολεμοῦντας ἀξιούντων πολέμου νόμῳ, τό, τε ἀκόντων αὐτῶν τι ποιεῖν, οὐκ ἀδεές. φιλίᾳ γὰρ ξυστρατευόντων τῶν πλειόνων καὶ ἐλπίδι τοῦ ἄρξαντα ἀντευποιήσειν, εἰ μὴ γνώμῃ αὐτῶν ἐπράττετο τὰ τῆς εἰρήνης, εἰκὸς ἦν αὐτοὺς περικακήσαντας χωρεῖν πρὸς τοὺς ἐναντίους, ὅπερ ἀκινδύνως οὐκ ἂν ἐπράττετο ἐμοί. ἐγὼ δὲ τοῦ τὰ φίλα ἕνεκα πράττειν σοὶ τούς τε πόνους ὑφιστάμην ἐν τῷ πείθειν, ἑνός τινος ἢ καὶ δύο συναιρομένων, καὶ τῶν ὑφορωμένων κινδύνων κατεφρόνουν, νομίζων, ἂν αὐτοῖς ἔργοις ἀποδειχθῶ εὔνους ἐς τὰ μάλιστά σοι καὶ ἐν τοῖς κατεπείγουσι καιροῖς οὐ πολεμίως, ἀλλὰ φιλίως διακείμενος, θαῤῥῆσαι ἂν ἐμοὶ καὶ τὴν ἔχθραν καταλῦσαι. τὸ δ' ἐναντίως ἔχον νῦν ἢ προσεδόκων αὐτὸς ὁρᾶται. πάντα γὰρ ἐκεῖνα καὶ, τὸ μέγιστον, αὐτὴν ἀλήθειαν θέμενος ἐν οὐδενὶ, ἀνθρώποις δὲ διεφθορόσι καὶ ψευδομένοις καὶ μηδὲν ἐξ ὧν ἂν τὰ κοινὰ βέλτιον σχοίη, ἀλλ' ἐξ ὧν ἂν ἰδίᾳ τι ὠφεληθεῖεν αὐτοὶ, σκοποῦσι πεισθεὶς, εἵλου μᾶλλον πολεμεῖν ἐμοί· ἐγὼ δὲ καίτοι δίκαιος ὢν οἷα προεπιβουλευόμενος καὶ παρασπονδούμενος, ἑτοιμότερον πρὸς τὸν πόλεμον χωρεῖν, αἰδοῖ τε τῇ περί σε καὶ πόθῳ ἀσχέτῳ τῷ πρὸς τὴν εἰρήνην τρίτον ἤδη μῆνα κάθημαι ἐνταῦθ' ἱκετεύων καὶ παραιτούμενος τὴν σὴν ὀργήν. νυνὶ δὲ τῶν ὑπό σου ἀρχιερέων καὶ τῶν ἄλλων συγκλητικῶν ἀπεσταλμένων ἐπὶ τὸ τὰ ἐγκλήματα τὰ ἐμὰ ἐξετάσαι ἡκόντων, αὐτὸς μὲν πολλῆς ἐνεπλήσθην ἡδονῆς, ὡς καιρὸν ἀπολογίας εὑρη 1.245 κώς· ἐκκλησίας δὲ γενομένης, τὴν ἀπολογίαν ἐφ' οἷς ἐνεκαλούμην ἀληθῆ καὶ δικαίαν ἐποιησάμην. ἃ μὲν οὖν εἶπον πρὸς τὰ ἐγκλήματα, αὐτοὶ ἐλθόντες ἀπαγγελοῦσιν· ἐγὼ δ' αὖθίς σου δέομαι, βασιλεῦ, μήθ' ἡμᾶς μήτε τοὺς ἄλλους περιϊδεῖν Ῥωμαίους διὰ τὸν πρὸς ἀλλήλους ἡμῶν πόλεμον φθειρομένους, ἀλλ' ἐν ἡμέραις ὀκτὼ τά τε δέοντα σκέψασθαι καὶ ἡμῖν ὡς ἔχεις γνώμης δηλῶσαι. ἂν μὲν οὖν, καὶ θεοῦ τοῦ χορηγοῦ τῆς εἰρήνης συνευδοκοῦντος, πρᾳότερον ἡμῖν διατεθῇς καὶ μᾶλλον ἕλοιο τὴν εἰρήνην, πανταχόθεν ἂν ἔχοι καλῶς· ἂν δ' ἡ τῶν ἡμετέρων ἁμαρτημάτων πληθὺς καὶ τὸ μάλιστα βούλεσθαι διαφθαρέντας ἡμᾶς ἰδεῖν πρὸς τὸ πολεμεῖν μᾶλλον παρασκευάσωσιν ὁρμῆσαι, καὶ