86
ἐλθεῖν πρὸς ἡμᾶς· αἰσχρὸν γὰρ ἡμῖν, εἰ γυναῖκα τοιαύτην παρήσομεν μὴ αὐτῇ ὁμιλήσαντες." καὶ ὁ Βαγώας ειπε πρὸς ̓Ιουδήθ "ἐλθὲ πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ, καὶ πίεσαι μεθ' ἡμῶν οινον, καὶ γενηθήσῃ ὡς μία τῶν παρεστηκυιῶν ἐν τῷ οικῳ Ναβουχοδονόσορ." καὶ ̓Ιουδὴθ κοσμηθεῖσα ἀπῆλθε, καὶ εἰσελθοῦσα πρὸς ̓Ολοφέρνην ἀνέπεσε, καὶ εφαγε καὶ επιεν α ἡτοίμασεν αὐτῇ ἡ παιδίσκη αὐτῆς. ἡ δὲ καρδία ̓Ολοφέρνου ἐξέστη καὶ πρὸς ερωτα τῆς γυναικὸς ἐξεκέκαυτο. καὶ τοῦ πότου παραταθέντος επιεν ἐκεῖνος οινον σφόδρα πολὺν καὶ ἐμεθύσθη. καὶ ὁ μὲν ἐπὶ τῆς κλίνης αὐτοῦ καρηβαρῶν ἐκ τῆς μέθης κατέκειτο, πάντες δὲ ῳχοντο, καὶ Βαγώας συνέκλεισε τὴν σκηνήν, μόνην τὴν ̓Ιουδὴθ ἐντὸς καταλελοιπώς. ἡ δὲ τῇ θεραπαίνῃ αὐτῆς ἐνετείλατο τὴν εξοδον αὐτῆς ἐπιτηρεῖν· ἐξελεύσεσθαι γὰρ ἐπὶ τὴν προσευχήν. ὁ μὲν ουν ̓Ολοφέρνης τῇ μέθῃ καταβεβαπτισμένος κατέκειτο καὶ υπνον θανάτου υπνωττεν ἀδελφόν, ἡ δὲ τὸν θεὸν ἐπικαλεσαμένη καὶ τὸν ἀκινάκην αὐτοῦ σπασαμένη τὴν αὐτοῦ ἀπέτεμε κεφαλήν, καὶ ἐξελθοῦσα τῇ θεραπαίνῃ παρέσχεν αὐτήν, καὶ ἀπῄει ὡς δὴ προσευξομένη κατὰ τὸ σύνηθες. ἐγγίσασα δὲ τῇ πόλει αὐτῆς ἐβόησε τοῖς ἐπὶ τῶν πυλῶν ἀνοῖξαι αὐτῇ. καὶ εἰσελθοῦσα διηγήσατο οσα ἐθαυμάστωσεν δι' αὐτὴν ὁ θεός, καὶ τὴν κεφαλὴν ̓Ολοφέρνου προήγαγε, καὶ συνεβούλευσεν ἀπαιωρῆσαι ταύτην ἐκ τῶν ἐπάλξεων, αὐτοὺς δὲ τὰς πανοπλίας ἐνδυσαμένους αμα πρωὶ ἐξελθεῖν· "ἰδόντες γάρ" φησίν "ὑμᾶς οἱ ̓Ασσύριοι δραμοῦνται ἐπὶ τὴν τοῦ σφῶν ἀρχιστρατήγου σκη1.217 νήν, καὶ εὑρόντες αὐτὸν ἀνῃρημένον ἐκστήσονται, καὶ φόβος ἐπιπεσεῖται αὐτοῖς, καὶ τραπήσονται εἰς φυγήν, καὶ ὑμεῖς εψεσθε ὀπίσω αὐτῶν καὶ συγκόψετε αὐτούς, καὶ πληρωθήσεται τὰ πεδία νεκρῶν." ταῦτα τοῖς πολίταις αὐτῆς συμβουλεύσασα "καλέσατέ μοι" εφη "τὸν ̓Αχιώρ·" καὶ ἐλθόντι τὴν κεφαλὴν τοῦ ̓Ολοφέρνου ὑπέδειξε. καὶ ἐξέστη ὁ ανθρωπος, καί "ἀνάγγειλόν μοι" εφη "οσα ἐποίησας." κἀκείνη πάντων ἐνώπιον διηγήσατο α ὁ θεὸς πεποίηκε δι' αὐτῆς, καὶ ὡς ἀμίαντον τὴν αὐτῆς σωφροσύνην καὶ χηρείαν ἐτήρησε. καὶ ὁ ̓Αχιὼρ ἐπίστευσε τῷ θεῷ καὶ περιετμήθη. οἱ δὲ τῆς πόλεως αρχοντες καὶ τὸ πλῆθος αὐτῆς καὶ τὴν κεφαλὴν ̓Ολοφέρνου τοῦ τείχους ἀπῃωρήκασι καὶ ταλλα κατὰ τὴν συμβουλὴν ̓Ιουδὴθ πεποιήκασι. καὶ τοὺς ̓Ασσυρίους ὡς χόρτον συνέκοψαν, καὶ τὴν παρεμβολὴν αὐτῶν διαρπάσαντες λαφύρων πολλῶν ἐνεπλήσθησαν. τῇ δὲ ̓Ιουδὴθ ἡ σκηνὴ ̓Ολοφέρνου ἐξῄρητο καὶ πάντα τὰ ἐν αὐτῇ, α καὶ ἀνάθημα τῷ θεῷ ἐν ̔Ιερουσαλὴμ ἀπελθοῦσα ἀνέθετο. καὶ ῃσεν ᾠδὴν αὐτῷ ἐστεφανωμένη ἐλαίας θαλλῷ, καὶ πᾶς ̓Ισραήλ, καὶ ὑπέστρεψεν εἰς τὸν οικον αὐτῆς, καὶ κατεγήρασεν ἐν σωφροσύνῃ, καὶ τέθνηκε ζήσασα ετη πέντε καὶ ἑκατόν. Τὰ μὲν ουν κατὰ τὴν ̓Ιουδὴθ ἐν τούτοις· ἑξῆς δ' ἱστορητέον ἐπιτετμημένως καὶ τὰ κατὰ τὸν Τωβίτ. Τωβὶτ τοίνυν ἐκ τῆς φυλῆς μὲν κατήγετο Νεφθαλείμ, ᾐχμαλώτιστο δὲ ἐν ἡμέραις ̓Ενεμεσὰρ βασιλέως τῶν ̓Ασσυρίων. ην δὲ τὰ πρὸς θεὸν εὐσεβὴς καὶ τὰ πρὸς ἀνθρώπους δίκαιος, καὶ τῶν συμφυλετῶν αὐτοῦ θυόντων τῇ Βάαλ αὐτὸς εθυε τῷ θεῷ πορευό1.218 μενος εἰς ̔Ιερουσαλήμ, καὶ κατὰ τὰς τοῦ νόμου διαταγὰς τὴν ζωὴν ἐρρύθμιζεν ἑαυτοῦ, καὶ αἰχμαλωτισθεὶς οὐκ ἐχράνθη βρώμασιν ἐθνικοῖς. γέγονε δὲ τῷ ̓Ενεμεσὰρ εντιμος, καὶ ἐκτήσατο περιουσίαν πολλήν, καὶ ταύτης μετεδίδου τῶν οἰκείων τοῦ γένους τοῖς χρῄζουσι. πορευόμενος δὲ εἰς Μηδίαν παρέθετο ἑνὶ τῶν ἐκεῖ κατοικούντων ὁμοεθνῶν τῷ Γαμαὴλ ἀργυρίου δέκα τάλαντα. καὶ λαβὼν γυναῖκα τῶν ὁμοφύλων Ανναν, υἱὸν ἐξ αὐτῆς Τωβίαν ἐγείνατο. ̓Ενεμεσὰρ δὲ θανόντος, καὶ τοῦ υἱοῦ αὐτοῦ Σεναχηρεὶμ τὴν ἀρχὴν διαδεξαμένου τῶν ̓Ασσυρίων, καὶ κατὰ τῆς ̓Ιουδαίας στρατεύσαντος καὶ αἰσχρῶς φυγόντος ἐκεῖθεν ἐπανελθόντος τε εἰς τὰ οἰκεῖα, καὶ θυμῷ διὰ τὴν ητταν ἀποκτιννύντος πλείστους τῶν ̓Ισραηλιτῶν, εθαπτεν αὐτοὺς νυκτὸς ὁ Τωβίτ. γνωσθεὶς δὲ τοῦτο ποιῶν καὶ ζητούμενος εφυγε, καὶ τὰ τῆς οἰκίας αὐτοῦ διήρπαστο ξύμπαντα. ουπω δὲ πεντήκοντα παρελθουσῶν ἡμερῶν ὁ μὲν