86
μαρτύριον τῆς συνειδήσεως διαθλήσαντας, οἱ «περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακοχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος»· τοὺς πρὸ τῆς χάριτος προφήτας, πατριάρχας, δικαίους τοὺς προκατηγγελκότας τὴν τοῦ κυρίου παρουσίαν. Τούτων πάντων ἀναθεωροῦντες τὴν πολιτείαν ζηλώσωμεν τὴν πίστιν, τὴν ἀγάπην, τὴν ἐλπίδα, τὸν ζῆλον, τὸν βίον, τὴν καρτερίαν τῶν παθημάτων, τὴν ὑπομονὴν μέχρις αἵματος, ἵνα καὶ τῶν τῆς δόξης στεφάνων αὐτοῖς κοινωνήσωμεν. 89 Περὶ εἰκόνων Ἐπειδὴ δέ τινες ἡμῖν καταμέμφονται προσκυνοῦσί τε καὶ τιμῶσι τήν τε τοῦ σωτῆρος καὶ τῆς δεσποίνης ἡμῶν εἰκόνα, ἔτι δὲ καὶ τῶν λοιπῶν ἁγίων καὶ θεραπόντων Χριστοῦ, ἀκουέτωσαν, ὡς ἐξ ἀρχῆς ὁ θεὸς τὸν ἄνθρωπον κατ' οἰκείαν εἰκόνα ἐποίησε. Τίνος οὖν ἕνεκεν ἀλλήλους προσκυνοῦμεν, εἰ μὴ ὡς κατ' εἰκόνα θεοῦ πεποιημένους; Ὡς γάρ φησιν ὁ θεοφόρος καὶ πολὺς τὰ θεῖα Βασίλειος, «ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει»· πρωτότυπον δέ ἐστι τὸ εἰκονιζόμενον, ἐξ οὗ τὸ παράγωγον γίνεται. Τίνος ἕνεκεν ὁ Μωσαϊκὸς λαὸς τῇ σκηνῇ κυκλόθεν προσεκύνει εἰκόνα καὶ τύπον φερούσῃ τῶν ἐπουρανίων, μᾶλλον δὲ τῆς ὅλης κτίσεως; Φησὶ γοῦν ὁ θεὸς τῷ Μωσεῖ· «Ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει». Καὶ τὰ Χερουβὶμ δὲ τὰ σκιάζοντα τὸ ἱλαστήριον οὐχὶ ἔργα χειρῶν ἀνθρώπων; Τί δὲ ὁ ἐν Ἱεροσολύμοις περιώνυμος ναός; Οὐχὶ χειροποίητος καὶ ἀνθρώπων τέχνῃ κατεσκευασμένος; Ἡ δὲ θεία γραφὴ κατηγορεῖ τῶν προσκυνούντων τοῖς γλυπτοῖς, ἀλλὰ καὶ τῶν θυόντων τοῖς δαιμονίοις. Ἔθυον μὲν καὶ Ἕλληνες, ἔθυον δὲ καὶ Ἰουδαῖοι· ἀλλ' Ἕλληνες μὲν δαίμοσιν, Ἰουδαῖοι δὲ τῷ θεῷ. Καὶ ἀπόβλητος μὲν ἡ τῶν Ἑλλήνων θυσία ἦν καὶ κατάκριτος, ἡ δὲ τῶν δικαίων τῷ θεῷ εὐαπόδεκτος. Ἔθυσε γὰρ Νῶε, καὶ «ὠσφράνθη ὁ θεὸς ὀσμὴν εὐωδίας», τῆς ἀγαθῆς προαιρέσεως καὶ τῆς πρὸς αὐτὸν εὐνοίας τὸ εὐῶδες ἀποδεχόμενος. Οὕτω τὰ μὲν τῶν Ἑλλήνων γλυπτά, ἐπεὶ δαιμόνων ἦσαν ἐξεικονίσματα ἀπόβλητά τε καὶ ἀπηγορευμένα τυγχάνουσι. Πρὸς δὲ τούτοις τοῦ ἀοράτου καὶ ἀσωμάτου καὶ ἀπεριγράπτου καὶ ἀσχηματίστου θεοῦ τίς δύναται ποιήσασθαι μίμημα; Παραφροσύνης τοίνυν ἄκρας καὶ ἀσεβείας τὸ σχηματίζειν τὸ θεῖον. Ἐντεῦθεν ἐν τῇ παλαιᾷ οὐκ ἦν τετριμμένη ἡ τῶν εἰκόνων χρῆσις. Ἐπεὶ δὲ ὁ θεὸς διὰ σπλάγχνα ἐλέους αὐτοῦ κατὰ ἀλήθειαν γέγονεν ἄνθρωπος διὰ τὴν ἡμετέραν σωτηρίαν, οὐχ ὡς τῷ Ἀβραὰμ ὤφθη ἐν εἴδει ἀνθρώπου, οὐχ ὡς τοῖς προφήταις, ἀλλὰ κατ' οὐσίαν ἀληθῶς γέγονεν ἄνθρωπος διέτριψέ τε ἐπὶ τῆς γῆς «καὶ τοῖς ἀνθρώποις συνανεστράφη», ἐθαυματούργησεν, ἔπαθεν, ἐσταυρώθη, ἀνέστη, ἀνελήφθη, καὶ πάντα ταῦτα κατὰ ἀλήθειαν γέγονε, καὶ ὡράθη ὑπὸ τῶν ἀνθρώπων, ἐγράφη μὲν εἰς ὑπόμνησιν ἡμῶν καὶ διδαχὴν τῶν τηνικαῦτα μὴ παρόντων, ἵνα μὴ ἑωρακότες, ἀκούσαντες δὲ καὶ πιστεύσαντες τύχωμεν τοῦ μακαρισμοῦ τοῦ κυρίου. Ἐπεὶ δὲ οὐ πάντες ἴσασι γράμματα οὐδὲ τῇ ἀναγνώσει σχολάζουσιν, οἱ πατέρες συνεῖδον ὥσπερ τινὰς ἀριστείας ἐν εἰκόσι ταῦτα γράφεσθαι εἰς ὑπόμνησιν σύντομον. Ἀμέλει πολλάκις μὴ κατὰ νοῦν ἔχοντες τὸ τοῦ κυρίου πάθος, τὴν εἰκόνα τῆς Χριστοῦ σταυρώσεως ἰδόντες, τοῦ σωτηρίου πάθους εἰς ἀνάμνησιν ἐλθόντες, πεσόντες προσκυνοῦμεν οὐ τῇ ὕλῃ, ἀλλὰ τῷ εἰκονιζομένῳ, ὥσπερ οὐ τῇ ὕλῃ τοῦ εὐαγγελίου οὐδὲ τῇ τοῦ σταυροῦ ὕλῃ προσκυνοῦμεν, ἀλλὰ τῷ ἐκτυπώματι. Τί γὰρ διαφέρει σταυρὸς μὴ ἔχων τὸ τοῦ κυ ρίου ἐκτύπωμα τοῦ ἔχοντος; Ὡσαύτως καὶ τῆς θεομήτορος· ἡ γὰρ εἰς αὐτὴν τιμὴ εἰς τὸν ἐξ αὐτῆς σαρκωθέντα ἀνάγεται. Ὁμοίως καὶ τὰ τῶν ἁγίων ἀνδραγαθήματα ἐπαλείφοντα ἡμᾶς πρὸς ἀνδρείαν καὶ ζῆλον καὶ μίμησιν τῆς αὐτῶν ἀρετῆς καὶ δόξαν θεοῦ. Ὡς γὰρ ἔφημεν, ἡ πρὸς τοὺς εὐγνώμονας τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν δεσπότην εὐνοίας καὶ ἡ τῆς εἰκόνος τιμὴ πρὸς τὸ πρωτότυπον διαβαίνει. Ἔστι δὲ ἄγραφος ἡ παράδοσις ὥσπερ τὸ κατὰ ἀνατολὰς προσκυνεῖν, τὸ προσκυνεῖν