κακίστων ἀπείχετο πράξεων, καὶ μήτε τὸ τοῦ ἀνδρὸς ἀξίωμα καὶ τὴν ἐξ ἔργων ἰσχὺν καὶ τὴν ἄκραν εὐγένειαν αἰδούμενος ἦν, καὶ ἐννοῶν κοινωνὸν τῆς βασιλείας λαβεῖν καὶ τοὺς θύραθεν πολεμίους κατατροπώσασθαι δι' αὐτοῦ, καὶ τοῖς ὑπηκόοις τὴν ἐλευθερίαν περιποιήσασθαι, ἀλλὰ τῶν Τούρκων ὡς οἰκειοτάτων καὶ φιλίων ἀντιποιούμενος διεπέμπετο πρὸς αὐτούς, καὶ δώροις ἀμέτροις καὶ παντοδαπαῖς ὑποσχέσεσι διηρεθίζετο κατ' αὐτοῦ, ὥστε παντὶ σθένει καὶ μηχανῇ καταγωνίσασθαι τοῦτον, καὶ ἢ μαχαίρας ἔργον ποιήσασθαι εἴτ' αἰχμάλωτον θέσθαι καὶ ὤνιον τοῖς μισοῦσιν αὐτόν. ἀλλ' οὐκ ἦν πρὸς θεοῦ τὸ τηλικοῦτον ἄνδρα τοῖς κρείττοσιν ἔργοις κεκοσμημένον ἐπιεικῶς, τοῖς ζητοῦσιν αὐτὸν ἐπιθυμίας ἀδίκου παραστῆσαι ὑπόθεσιν. διὰ τοῦτο καὶ ταῖς μὲν ὑποσχέσεσι τοῦ βασιλέως ἐθέλγοντο καὶ παρεκινοῦντο οἱ Τοῦρκοι, ἡ 241 δὲ θεία ἀντίληψις ἄλλως αὐτοῖς διετίθει τὴν ἔκβασιν· προσήρχοντο γὰρ μᾶλλον τῷ Βοτανειάτῃ, καὶ τὴν δούλωσιν ἐπηγγέλλοντο, καὶ συμμαχεῖν ὑπισχνοῦντο, καὶ τῇ μοίρᾳ τούτου συνέταττον ἑαυτούς. ὅσοι δὲ πρὸς ἀντικαταστάσεις καὶ μάχας ἐτράποντο, παρ' αὐτοῦ καὶ τῶν ἰδίων στρατιωτῶν ἐξόχως ἡττώμενοι πολλοὺς μὲν τῶν οἰκείων ἀπέβαλον, ἄλλοι δὲ φόβῳ βληθέντες φυγῇ τὴν σωτηρίαν αὑτῶν ἐπραγματεύοντο. πολλοὶ δὲ τῶν Ῥωμαίων ἀντικαταστῆναι τούτῳ θελήσαντες αὐτοῖς φρουρίοις ἑάλωσαν. Τρίτην δὲ ἄγοντος τοῦ ὀκτωβρίου μηνός, καὶ μέλλοντος τοῦ Βοτανειάτου τὴν βασιλικὴν ἐπιστῆσαι σκηνήν, καὶ ταύτης σκηνοπηγίαν προτρεψαμένου γενέσθαι διὰ τὴν ἔξοδον καὶ τὴν εἰς τὴν βασιλεύουσαν πρόοδον (ἐν πεποιθήσει γὰρ ἦν ὡς δρομαίως τῆς βασιλευούσης βασιλικῶς ἐπιβήσεται), θαῦμά τι καὶ τέρας ἐξαίσιον ἐν ὀφθαλμοῖς καθωράθη πάντων. ἄυλον γὰρ πῦρ, ὡς ἀπὸ πηγῆς ἀναβλύζον καὶ πρὸς ἀέρα χεόμενον, πρὸς τὴν ἑώαν κατεφάνη περὶ πρώτας νυκτὸς φυλακάς. καὶ ἦν ὁ ἀὴρ φλογὸς καθαρᾶς πεπλησμένος, καὶ φέρων τὸ τοῦ πυρὸς ῥεῦμα μέχρι Χαλκηδόνος καὶ Χρυσοπόλεως καταπληκτικὸν καὶ λίαν ὑπερφυές· οὐδέπω γὰρ οὐδεὶς εἶδε πῦρ ἄυλον ἐπὶ γῆς ὡς ἀπὸ πηγῆς ἀναβλύζον καὶ τὸ περιέχον ἅπαν ἐκπυροῦν καὶ ἀποσπινθηρίζον οὐχ ἥκιστα. ἀπὸ δὲ Χρυσοπόλεως τὸν τοῦ στενοῦ πορθμὸν ὑπερβεβηκὸς πῇ μὲν τὰ ἐν 242 Βλαχέρναις ἀνάκτορα περιέλαβε, πῇ δὲ τὴν ἄλλην ἀρκτικὴν ἐπιφάνειαν, καὶ περιεσώθη μέχρι πολλοῦ, πᾶσιν ἀναφανδὸν ἐπικηρυκευόμενον παρουσίαν ἐκ τῆς ἑώας μεγάλης δυνάμεως. οἱ δ' ἐπιστημονικώτεροι τῶν Θεωμένων, καὶ συμβολικῶς τὸ δέον ἐπιγινώσκοντες, ἀπὸ Λάμπης λαμπτῆρα φωσφόρον ἐπιδημῆσαι τοῖς βασιλείοις προεσήμαινον, ὥστε χρηματίσαι τοῖς μὲν ἀγαθοῖς καὶ τὰ ὑπὲρ αὐτοῦ φρονοῦσι φῶς καὶ θυμηδίαν καὶ χαρὰν ἀνεκλάλητον, τοῖς δὲ κατ' αὐτοῦ μελετῶσι καὶ ἀντιταττομένοις αὐτῷ φλόγα τῷ ὄντι πυρὸς κατατήκουσαν τούτους καὶ κατακαίουσαν. καί γε τῆς συμβολικῆς προρρήσεως οὐ διήμαρτον· δηλώσει δὲ προϊὼν ὁ λόγος. Τοῦ δὲ ὀκτωβρίου μηνὸς παρεληλυθότος ἀποστατική τις κακόνοια τὴν ἑσπέραν αἰφνιδίως περιεδόνησεν. εἰς γὰρ Ἐπίδαμνον, τὸ νῦν κεκλημένον ∆υρράχιον, τὴν δουκικὴν ἔχων ἀρχὴν Νικηφόρος πρόεδρος ὁ Βρυέννιος, καὶ ταύτης παραλυθείς, βασιλέως ἑαυτῷ περιέθηκεν ὄνομα, καὶ τοῖς ἐκεῖσε στρατιώταις καὶ ὀπαδοῖς καὶ συστρατιώταις χρησάμενος ἔξεισιν ἐκεῖθεν πρὸς Ἀδριανούπολιν. ὁ τούτου αὐτάδελφος, Ἰωάννης ὀνομαζόμενος, τινὰς τῶν ἑσπερίων δυνάμεων εἰς τὴν ἰδίαν ἐπιβουλὴν καταρτίσας, μεθ' ὧν ἦσαν Βαράγγων καὶ Φράγγων πλήθη πολλά, τῷ αὐταδέλφῳ συνθέσθαι παρέπεισε, σὺν αὐτοῖς δὲ καὶ τὸν κατεπάνω τῆς αὐτῆς πόλεως, συγγενέα 243 τούτου καὶ συμφυλέτην ὑπάρχοντα. καὶ πρὸ τοῦ καταλαβεῖν εἰς Ἀδριανούπολιν τὴν εὐφημίαν αὐτῷ καὶ τὴν βασιλείαν προδιεγράψαντο, ἀνοήτως πάντως καὶ πάσης ἀσφαλοῦς παρατηρήσεως ἄνευθεν. ἢ γὰρ ἄν, εἰ μὴ καὶ οἱ κρατοῦντες ἐν Βυζαντίῳ ἀνοητότεροι ὑπῆρχον, ταχέως ἂν παρελύθη καὶ κατεπολεμήθη τὰ τῆς τοιαύτης