καθωράισε καὶ ταῖς τῶν λόγων καλλοναῖς / ὁ θεός σε ἐχαρίτωσεν. Γραφαῖς ἐσχόλαζες ταῖς θείαις, ὅσιε, καὶ ἁγίων τοὺς βίους ἰχνηλατῶν τούτων τὰ παθήματα καὶ τοὺς ἀγῶνας ἐξυμνεῖς / ταῖς σοφαῖς σου μεταφράσεσιν. Ῥητόρων στόματα, σαλπίγγων ᾄδοντα εὐηχέστερα μέλη, ἀνευφημεῖν ἐπαξίως, ἄχραντε, ἀδυνατοῦσι τοῦ θεοῦ / σὲ τὸ ὄρος τὸ κατάσκιον. ᾠδὴ εʹ, Τῷ θείῳ φέγγει σου, ἀγαθέ Ἀνατολῆς ἥλιε, Χριστέ, τῆς δικαιοσύνης τῶν ψυχῶν, ὁ φωτισμὸς τῶν ὑμνούντων σε, τοῦ Μεταφραστοῦ σου ταῖς παρακλήσεσι τὸν ζόφον τῆς ψυχῆς μου / λῦσον ὡς εὔσπλαγχνος. Ψυχωφελεῖς καὶ ἐπιτερπεῖς καὶ σωτηριώδεις τοῖς πιστοῖς λόγους, θεόφρον, συντέθεικας, ζῆλον πρὸς ἀνδρείαν, ἀρετῆς μίμησιν, τῶν εὖ βεβιωκότων / τὰ ὑπομνήματα. <Α........................ ......................... ............................ ............................ ............................> Ναὸς καὶ θρόνος καὶ κιβωτὸς τοῦ παμβασιλέως καὶ θεοῦ σὺ εἶ, πανύμνητε δέσποινα, μόνη θεστόκε, τὸ ἱλαστήριον ἡμῶν τῶν προσφευγόντων / ὑπὸ τὴν σκέπην σου. ᾠδὴ ϛʹ, Τοῦ βίου τὴν θάλασσαν Τὸ πρῶτόν σου σύγγραμμα ἐκ προνοίας θεϊκῆς / καὶ ὁμιλίας γέγονε τοῦ ἱεροῦ πρεσβύτου καὶ μοναστοῦ, Συμεὼν θεσπέσιε, ὃν ἐν Πάρῳ τῇ νήσῳ τεθεώρηκας. Ἀξίως ἐξύμνησας τῆς Λεσβίας τὰ λαμπρὰ / καὶ θεῖα ἀγωνίσματα Θεοκτίστης τῆς ὄντως ἀγγελικόν, μικροῦ καὶ ἀσώματον, τελεσάσης πανσόφως τὸ πολίτευμα. Τὰ ἄδηλα, κύριε, καὶ τὰ κρύφια τῷ σῷ / θεράποντι ἐδήλωσας τῆς σῆς σοφίας ἄβυσσον οἰκτιρμῶν, δεικνὺς τὰ ἐλέη σου καὶ δοξάζων τοὺς πίστει σε δοξάζοντας. Ἀνάγαγε, κύριε, ἐκ βυθοῦ με τῶν κακῶν / πρεσβείαις τῆς τεκούσης σε καὶ τοῦ ὁσίου, δέσποτα, Συμεών, τοῦ σε θεραπεύσαντος διὰ βίου καὶ λόγου, πολυέλεε. Κοντάκιον ἦχος βʹ, Τὰ ἄνω ζητῶν Ἀμέμπτως ἐν γῇ, / σοφέ, πολιτευσάμενος τῶν ἐν οὐρανοῖς / ἁγίων τὰς λαμπρότητας κατιδεῖν ἠξίωσαι / καὶ πανσόφως τούτους ἐξύμνησας. σὺν αὐτοῖς Χριστῷ τῷ θεῷ μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν. Ὁ οἶκοσ Μελῳδικῶς πιστοὶ συνελθόντες εὐφημήσωμεν πάντες ἐπαξίοις ᾠδαῖς τὸν μέγαν θεοῦ θεράποντα Συμεῶνα, τὸν ἅγιον λογοθέτην, / ὃν ἡ Χριστοῦ ἐκκλησία φωστῆρα πεπλούτηκεν ἐπὶ γῆς τοῖς διδασκάλοις πατράσιν ἐκλάμψαντα· σὺν τούτοις γὰρ ψάλλων ἀπαύστως Χριστῷ φωτός τε ἀιδίου πληρούμενος συγχαίρει πρεσβεύων ὑπὲρ πάντων ἡμῶν. ᾠδὴ ζʹ, ∆ροσοβόλον μὲν τὴν κάμινον Στηλιτεύονται καὶ δαίμονες καὶ τύραννοι, μάρτυρας καὶ ὁσίους Χριστοῦ οἱ κολάσαντες ταῖς σοφαῖς σου, μάκαρ, συγγραφαῖς. πιστῶν μελῳδεῖ δὲ ἡ πληθύς· Εὐλογητὸς εἶ, ὁ θεὸς / ὁ τῶν πατέρων ἡμῶν. Μεταφράσεις ὠνομάσθησαν οἱ λόγοι σου, τρισμάκαρ, καθηδύνοντες νοῦν <τὸν> ἡμέτερον ὑπὲρ μέλι καὶ τὸν γλυκασμὸν τοῖς χείλεσι στάζοντες βοᾶν· Εὐλογητὸς εἶ, ὁ θεὸς / ὁ τῶν πατέρων ἡμῶν. Ἐπαινέσει γενεὰ κατὰ τὸν ψάλλοντα καὶ γενεὰ τοὺς λόγους τοὺς σοὺς ὡς ἐξᾴδοντας τὰ θαυμάσια τὰ τοῦ θεοῦ καὶ μέλπειν προτρέποντας ἡμᾶς· Εὐλογητὸς εἶ, ὁ θεὸς / ὁ τῶν πατέρων ἡμῶν. Τὴν καλὴν ἐν γυναιξί σε καὶ πανάμωμον μητέρα τοῦ θεοῦ οἱ πιστοὶ ἱκετεύομεν ἐνεστώσης ῥύσασθαι ἡμᾶς κακίας τοῦ ψάλλειν ἐμμελῶς· Εὐλογημένη ἡ θεὸν / σαρκὶ κυήσασα. ᾠδὴ ηʹ. Ἐκ φλογὸς τοῖς ὁσίοισ Ἁπασῶν ἡ λαχοῦσα / ἄρχειν τῶν πόλεων σὲ προήνεγκε θεῖον / καρπόν, μακάριε, τρέφοντα αὐτὴν / μυστικῶς καὶ ποτίζοντα νέκταρ ἀμβροσίας / ψυχῶν εἰς σωτηρίαν. Φυτουργὸν ἐγκρατείας / καὶ βίου σώφρονος, γεωργὸν εὐσεβείας / καὶ θείας πίστεως, γνώσεως βυθὸν / καὶ πηγὴν κατανύξεως πάντες σε τιμῶμεν, / Συμεὼν λογοθέτα. Ῥητορεύων τὰ θεῖα / θέλγεις τὸ πλήρωμα τῆς σεπτῆς ἐκκλησίας, / θεομακάριστε, καὶ διανιστᾷς / ἀρετῆς πρὸς τὴν μίμησιν τῶν ἐν εὐσεβείᾳ / καλῶς τελειωθέντων. Ἁγιάσματος θείαν / κιβωτὸν ἔχοντες, θεοτόκε παρθένε, / σὲ τὴν χωρήσασαν πανυπερφυῶς / τὸν θεὸν τὸν ἀχώρητον, ἀνυμνολογοῦμεν / πιστοὶ εἰς τοὺς αἰῶνας. ᾠδὴ θʹ, Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον Σεμνῶς βιώσας πρὸς τὸν ποθούμενον εἰρηνικῶς,