ἔστι δοῦλος μείζων «τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν». 32.17.202 κατὰ τοῦτο δὲ οὐχ ἁμαρτήσει καὶ τὸν Ἰωάννην ἀπόστολον λέγων θεοῦ διὰ τὸ «Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα «αὐτῷ Ἰωάννης», καὶ τὸν Ἡσαΐαν διὰ τὸ «Τίνα ἀποστελῶ, καὶ τίς «πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;» ὅτε ἀπεκρίνατο λέγων· «Ἰδού 32.17.203 «εἰμι ἐγώ, ἀπόστειλόν με». τί δὲ περὶ τούτων λέγω, ὅτε καὶ ἐν τῇ πρὸς Ἑβραίους ὁ τηλικοῦτος ἡμῶν σωτὴρ ἀπόστολος εἴρηται τοῦ πατρός; γέγραπται γάρ· «Ἔχοντες οὖν ἀρχιερέα μέγαν καὶ ἀπόστολον 32.17.204 «Ἰησοῦν Χριστόν». καὶ νῦν οὖν ὃν ἐὰν ἀποστέλλῃ ὁ σωτὴρ δια κονησόμενον τῇ τινων σωτηρίᾳ, ὁ ἀποστελλόμενος ἀπόστολός ἐστιν 32.17.205 Ἰησοῦ Χριστοῦ. ἀλλ' ὁ ἀπόστολος, ὥσπερ τοῦ ἀποστείλαντός ἐστιν ἀπόστολος, οὕτως τισὶν πρὸς οὓς ἀποστέλλεται μόνοις ἐστὶν ἀπό 32.17.206 στολος. ὅπερ νοῶν ὁ Παῦλος ἔλεγεν· «Εἰ καὶ ἄλλοις οὐκ εἰμὶ ἀπό «στολος, ἀλλά γε ὑμῖν εἰμί· ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς 32.17.207 «ἐστε ἐν κυρίῳ». ἔξεστιν οὖν τινα εἶναι ἀπόστολον Ἰησοῦ Χριστοῦ ἑνὶ μόνῳ ἐξαποσταλέντα, εἰ ἑνὶ μόνῳ θεοῦ προνοίᾳ τὸν λόγον διη 32.17.208 κονήσατο. καὶ ταῦτά φαμεν, ἵνα πάλιν βλέπωμεν τὴν τῶν χρη ματισάντων Ἰησοῦ Χριστοῦ ἀποστόλων ὑπεροχήν· «∆εξιάς, γάρ «φησιν, ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, «αὐτοὶ δὲ εἰς τὴν περιτομήν». οὐκοῦν Παῦλος ἔθνεσι μόνοις ἀπό 32.17.209 στολος ἦν, καὶ Πέτρος ὅλῃ τῇ περιτομῇ. ἡμῶν δὲ κἂν ἀξιωθῇ τις, ὡς παρέστησεν ὁ ἀπόστολος, τοῦ γενέσθαι ἑνί που ἢ ὀλίγῳ πλείοσιν, 32.17.210 ἀπόστολος γίνεται. κἂν γένηται δέ, μὴ ἐπαιρέσθω, μεμνημένος τοῦ «Ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ»· οὐ γὰρ πάντως εἰ ζητεῖται, τὸ ζητούμενον εὑρίσκεται. 32.17.211 Ταῦτα διὰ τὸ «Ὁ λαμβάνων ἐάν τινα πέμψω», ὅσους ἐνδέχεται πέμπεσθαι ὑπὸ τοῦ Ἰησοῦ, κἂν μή, οὓς εἰθίκαμεν ὀνομάζειν ἀπο στόλους, τοιοῦτοι ὦσιν, καὶ ὅτι ἐνδέχεται καὶ τῆς ἀνθρώπων φύσεως 32.17.212 κρείττονα ὄντα πέμπεσθαι ὑπὸ τοῦ Ἰησοῦ. ὁ οὖν λαμβάνων ὃν <ἂν> πέμψῃ ὁ Ἰησοῦς, τὸν ἐν τῷ ἀποσταλέντι Ἰησοῦν λαμβάνει· ὁ δὲ λαμβάνων τὸν Ἰησοῦν, πατέρα λαμβάνει· ὁ ἄρα λαμβάνων ὃν ἂν πέμψῃ ὁ Ἰησοῦς λαμβάνει τὸν πέμψαντα τὸν Ἰησοῦ πατέρα. 32.17.213 ∆ύναται δὲ καὶ τοιοῦτος ὁ λόγος εἶναι· ὁ μὲν λαμβάνων ὃν ἐὰν ἐγὼ πέμψω, ἐμὲ λαμβάνει, καὶ μέχρι τοῦ ἐμὲ παραδέξασθαι φθάνει· ὁ δὲ μὴ διά τινός μου ἀποστόλου ἐμὲ λαμβάνων, ἀλλὰ χωρῶν ἐμὲ οὐκ ἀπ' ἀνθρώπων οὐδὲ δι' ἀνθρώπων διακονούμενον, ἀλλ' ἐπι δημοῦντα ταῖς τῶν εὐτρεπισάντων ἑαυτοὺς πρὸς τὴν ἐμὴν παρα δοχὴν ψυχαῖς, τὸν πέμψαντά με λαμβάνει πατέρα, ὡς μὴ μόνον 32.17.214 ἐμὲ τὸν χριστὸν εἶναι ἐν αὐτῷ ἀλλὰ καὶ τὸν πατέρα. ἔστιν δὲ ἐκ τούτων καὶ τὰ κατ' ἐναντιότητα νοῆσαι· ὁ γὰρ λαμβάνων ὃν ἐὰν πέμψῃ ὁ υἱὸς τοῦ πονηροῦ, ἐκεῖνος τὸν ἀντίχριστον λαμβάνει· ὁ δὲ λαμβάνων τὸν υἱὸν τοῦ πονηροῦ καὶ παραδεξάμενος τὸν ἀντίχριστον λόγον, ὑποκρινόμενον εἶναι ἀλήθειαν καὶ ψευδῶς ἐπαγγελλόμενον 32.17.215 εἶναι δικαιοσύνην, οὗτος αὐτὸν λαμβάνει τὸν πονηρόν. διὸ προσέ χωμεν, ἵν' ὡς καλοὶ τραπεζῖται δοκιμάζωμεν μὲν τὸν τῶν ἀληθῶν 32.17.216 διάκονον, ἀποδοκιμάζωμεν δὲ τὸν τῶν ψευδῶν. ἐνθάδε μὲν οὖν «Ὁ λαμβάνων, φησίν, ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμ «βάνων, λαμβάνει τὸν πέμψαντά με» καὶ «Ὁ θεωρῶν ἐμέ, θεωρεῖ «τὸν πέμψαντά με»· οὔτε δὲ εἴρηται· "7Ὁ πιστεύων εἰς ὑμᾶς, πιστεύει εἰς ἐμέ"7 οὔτε "7Ὁ θεωρῶν ὑμᾶς, θεωρεῖ ἐμέ"7. λαμβάνειν μὲν γὰρ ἡμᾶς βούλεται τοὺς ἀποστόλους ἑαυτοῦ, οὐ μὴν καὶ πιστεύειν εἰς 32.17.217 αὐτούς. λαμβάνωμεν οὖν τοὺς ὑπὸ τοῦ λόγου ἡμῖν ἀποστελλομένους καὶ αὐτὸν τὸν λόγον τοῦ θεοῦ· μηδέποτε δὲ παραδεξώμεθα ἀπό στολον ἀντιχρίστου καὶ λόγον ψευδῆ. 32.18.n Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 32.18.218 Ἀνωτέρω εἶπεν· «Νῦν ἡ ψυχή μου τετάρακται»· νῦν δὲ λέγεται ὅτι «Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι». καὶ ζητῶ τοιαῦτα εἰς τὸν τόπον· τί δήποτε οὐκ εἴρηται