1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

86

νομοθετῆσαι κοινήν, ἀλλὰ φιλικὴν κοινωνίαν, καὶ οὐκ ἀκούουσι λέγοντος· "Καὶ οἰκήσεων καὶ ξυμποσίων καὶ γυμνασίων κοινωνοῦντες ἀλλήλοις, ὑπ' ἀνάγκης καὶ τῆς ἐμφύ 9.49 του ἐπιθυμίας ἄξονται πρὸς τὴν ἀλλήλων μῖξιν." Ἀλλ' ἴσως ἐρυθριῶντες ἐπὶ τοῖς καταγελάστοις τοῦ φιλοσόφου νόμοις, ξυγ καλύπτειν πειρῶνται τοῦ διδασκάλου τὴν ἁμαρτάδα· ἀλλ' ἔδει γε τῶν ἐκείνου λόγων ἀναμνησθῆναι, ὅτι φίλος μὲν ὁ ἀνὴρ, φίλη δὲ ἡ ἀλήθεια· ἀμφοῖν δὲ ὄντοιν φίλοιν, φίλτερον ἡ ἀλήθεια. 9.50 Ἀτὰρ οὖν καὶ τῶν ἄλλων ἐπακούσωμεν νόμων· αὐτοῦ γὰρ δὴ καὶ οὗτοι· "Γυναικὶ μέν, ἦν δ' ἐγώ, ἀρξαμένῃ ἀπὸ εἰκοσέτιδος τίκτειν τῇ πόλει· ἀνδρὶ δ' ἐπειδὰν τὴν ὀξυτάτην δρόμου ἀκμὴν παρῇ, τὸ ἀπὸ τούτου γεννᾶν τῇ πόλει μέχρι πεντεκαιπεντηκον ταετοῦς." Ἀλλὰ ταῦτα μὲν οὐ μάλα δήλην ἔχει τὴν βλάβην, τὰ δὲ ἑξῆς οὐ γέλωτος, ἀλλὰ καὶ θρήνων ἄξια καὶ πυρὸς τοὺς 9.51 παγκάλους ἀναλίσκοντος νόμους· λέγει γὰρ ταῦτα· "Ὅταν δὲ αἱ γυναῖκες οἵ τε ἄνδρες τοῦ γεννᾶν ἐκβῶσι τὴν ἡλικίαν, ἀφήσομέν που ἐλευθέρους αὐτοὺς ξυγγίνεσθαι, ὡς ἂν ἐθέλωσι .., διακελευ σάμενοι προθυμεῖσθαι μάλιστα μὴ εἰς φῶς ἐκφέρειν κύημα μηδέν, ἐὰν δέ τις βιάσηται, οὕτω τιθέναι, ὡς οὐκ οὔσης τροφῆς τῷ 9.52 τοιούτῳ." Τίς Ἔχετος ἢ Φάλαρις τοιαῦτα νενομοθέτηκε; τίς δὲ τοιαύτας μιαιφονίας, ὡς ἔννομά γε δρῶν, τετόλμηκε πώποτε; διακελευσάμενος γὰρ μὴ ἐκφέρειν εἰς φῶς, ἀμβλωθριδίοις δήπου διαφθείρειν φαρμάκοις τὰ βρέφη παρεγγυᾷ, τὰ δέ γε τοῦ δηλη τηρίου φαρμάκου περιγενόμενα καὶ τικτόμενα οὕτω τιθέναι, ὡς μηδὲ τῆς τυχούσης ἀπολαῦσαι κηδεμονίας, ἀλλ' ἢ λιμῷ ἢ κρυμῷ διαφθαρῆναι ἢ θηρίων γενέσθαι βοράν. Ποίαν ταῦτα ὠμότητος ὑπερβολὴν καταλείπει; 9.53 Τοιαῦτα μὲν δὴ περὶ γάμου καὶ παιδοποιΐας νενομοθέτηκεν· ὁποῖα δὲ καὶ περὶ τῆς ἄλλης ἀκολασίας διέξεισιν, εὐπετὲς τῷ βουλομένῳ καταμαθεῖν. Τοὺς γὰρ τὴν παρὰ φύσιν ἀσέλγειαν ἀσπαζομένους καὶ τῇδε μακαρίους ὑπείληφε καὶ ἐκδημήσαντας ἐντεῦθεν εὐδαίμονας ἔσεσθαι εἴρηκεν· "Οὐ μικρὸν" γάρ φησιν "ἆθλον τῆς ἐρωτικῆς φέρονται. Εἰς γὰρ σκότον καὶ τὴν ὑπὸ γῆς πορείαν οὐ νόμος ἐστὶν ἔτι ἐλθεῖν τοῖς κατηργμένοις ἤδη τῆς ὑπουρανίου πορείας, ἀλλὰ φανὸν βίον διάγοντας εὐδαιμονεῖν μετ' ἀλλήλων πορευομένους καὶ ὁμοπτέρους ἔρωτος χάριν." Τούτοις δὲ ἐπιλέγει ταῦτα· "Ὦ παῖ, καὶ οὕτω σοι θεία δωρήσεται 9.54 ἡ παρ' ἐραστοῦ φιλία." Καὶ ταῦτα οὐ περὶ τῶν σωφρόνως, ἀλλὰ περὶ τῶν ἀκολάστως ἐρώντων ἔφη· καὶ ῥᾴδιον ἐκ τῶν ἐκείνου διαλόγων ταῦτα μαθεῖν. Τοιοῦτον δὲ νόμον οὔτε Νέρων ὁ Ῥωμαίων αἰσχρότατος βασιλεὺς οὔτε Σαρδανάπαλος ὁ Ἀσσύριος, ὁ ἐν ἡδοναῖς καὶ τρυφαῖς διαβόητος, οὔτε ἔγραψεν οὔτε ἐπῄνεσε πώποτε. Ἐγὼ γὰρ οἶμαι καὶ τοὺς λίαν ταῖς ἡδυπαθείαις δουλεύοντας οὐκ ἐπαινεῖν τὸ πάθος, ἀλλὰ δουλεύειν τῷ χρόνῳ, 9.55 τὸ ἔθος ἕξιν ἐργασαμένους. Καὶ τί δεῖ λέγειν, ὅσα καὶ περὶ φόνων παρανόμως ἐνομοθέτησεν; Ἀθῷον μὲν γὰρ εἶναι κελεύει τὸν τὸν ἴδιον ἀναιροῦντα οἰκέτην, τὸν δὲ θυμῷ τὸν ἀλλότριον σφάττοντα τὴν τιμὴν μόνην ἐκτίνειν, τὸν δὲ θυμῷ τὸν ἐλεύθερον κτείναντα δύο μόνα φεύγειν ἔτη διαγορεύει, τὸν δὲ καὶ μετ' ἐπι βουλῆς ἀνελόντα τρία ἔτη προστάττει φεύγειν, τὸν δέ γε καὶ μετὰ τὴν φυγὴν τὰ αὐτὰ δεδρακότα ἀειφυγίᾳ ζημιοῖ μόνῃ. Παραπλήσια δὲ καὶ πατράσι παῖδας ἀνελοῦσι καὶ παισὶ πατέρας ἀπεκτονόσι καὶ ἀνδράσι γυναῖκας καὶ γυναιξὶν ἄνδρας νενομο θέτηκεν. 9.56 Ἀλλ' ὁ μὲν φιλόσοφος τοιούσδε νόμους ξυνέγραψε καὶ οὐδένα πέπεικεν ἀνθρώπων, οὐ πολίτην, οὐ ξένον, οὐκ ἀστόν, οὐ χωρι τικόν, οὐχ Ἕλληνα, οὐ βάρβαρον, οὐ δοῦλον, οὐκ ἐλεύθερον, οὐκ ἄνδρα, οὐ γυναῖκα, οὐ νέον, οὐ πρεσβύτην, οὐ λόγοις ἐντε θραμμένον, οὐ λόγων ἀμύητον, κατὰ τούσδε βιῶναι τοὺς νόμους. 9.57 Ἐγὼ δὲ λοιπόν, οὓς οἱ ἁλιεῖς καὶ οἱ τελῶναι καὶ ὁ σκυτοτόμος ἅπασιν ἀνθρώποις προσήνεγκαν, ἀναγνώσομαι νόμους. Ὑμεῖς δὲ τούτους κἀκείνους ἐκ παραλλήλου θέντες, τὰς θεοπρεπεῖς τούτων ἀκτῖνας θαυμάσατε. Ὁ μὲν οὖν φιλόσοφος καὶ τὴν ἀκόλαστον παιδεραστίαν ἐθαύ μασε καὶ τὰ τρισόλβια ταύτης ἐπιδέδειχεν ἆθλα· ὁ δὲ