86
αʹ. "Εἰς τὸ τέλος, τῷ ∆αβὶδ ψαλμός." Τινὲς εἰς τὸν μακάριον Ἱερεμίαν τοῦτον ἔλαβον τὸν ψαλμὸν, τινὲς εἰς τὸν θαυμάσιον ∆ανιήλ· ἐπειδὴ κἀκεῖνος καὶ οὗτος εἰς λάκκον ἐβλήθησαν, μέμνηται δὲ λάκκου τοῦ ψαλμοῦ τὸ προοίμιον· καὶ τῷ ἑνὶ προσεσχηκότες ῥητῷ, εἰς ἐκείνην ἐτράποντο τὴν διάνοιαν. Τινὲς δὲ τοῖς οἰκήσασι τὴν Βαβυλῶνα δορυαλώτοις ἁρμότ τειν ἔφασαν τὸν ψαλμόν. Ἐγὼ δὲ τυπικῶς μὲν εἰς τὰ συμβεβηκότα τῷ ∆αβὶδ τοῦτον συγγεγράφθαι νομίζω· ἀναφέρεσθαι δὲ καὶ εἰς ἅπασαν τῶν ἀνθρώπων τὴν φύσιν, ὑπὸ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὰς τῆς ἀναστάσεως δεξαμένην ἐλπίδας. Εἰς δὲ ταύτην ἡμᾶς ποδηγεῖ τὴν διάνοιαν ὁ θεσπέσιος Παῦλος, ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ῥητῶν ἐνίων μνησθείς. βʹ, γʹ. "Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Καὶ εἰσήκουσε τῆς δεήσεώς μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος." Ἁρμόττει δὲ καὶ τῷ μακαρίῳ ∆αβὶδ τὰ ῥήματα· σύμφωνα γάρ ἐστι τῷ προτεταγμένῳ ψαλμῷ. Ἐν ἐκείνῳ μὲν γὰρ ἔλεγεν· "Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου· ἐνώτισαι τῶν δακρύων μου· μὴ παρασιωπήσῃς, καὶ ἄνες μοι ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐ κέτι οὐ μὴ ὑπάρξω." Καὶ ἀνωτέρω δὲ ἔφη· "Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ Κύριος; καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν." Ἐνταῦθα δὲ, ὡς τῆς ἱκε τείας δεχθείσης, καὶ τῆς αἰτήσεως δοθείσης, "Ὑπο μένων, φησὶν, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι." Ἀπεστραμμένος γὰρ τὴν ἁμαρτίαν, εὐμενές μοι πρόσωπον ἔδειξε, καὶ εἰσήκουσε τῆς δεήσεώς μου. Καί τι πεποίηκεν εἰσακούσας; "Καὶ ἀνήγα γέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος." 80.1153 Οὕτω δὲ τοὺς μεγίστους κινδύνους σύνηθες ὀνομά ζειν τῇ θείᾳ Γραφῇ, καθὰ καὶ ἤδη προειρήκαμεν. Τῶν δὲ κινδύνων ἀπαλλάξας, τί σοι πάλιν κεχάρι σται; "Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου." Οὐ γὰρ εἴασέ με κλονεῖσθαι καὶ περιφέρεσθαι, ἀλλ' ἑδραίαν μοι τὴν στάσιν εἰργάσατο. "Ἐπὶ ταύτῃ γὰρ, φησὶ, πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς." -"Καὶ κατεύθυνε τὰ διαβήματά μου." Ἀκωλύτως με τρέχειν εἰς τὴν τῆς δικαιοσύνης ὁδὸν παρεσκεύασε. Τῆς γὰρ πλάνης ἐλευθερώσας, τὴν εὐθεῖαν ὑπ έδειξε τῆς ἀληθείας ὁδόν. δʹ. "Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ὕμνον τῷ Θεῷ ἡμῶν." Ἀντὶ γὰρ τῆς δυσσεβοῦς τῶν εἰδώλων λατρείας τὸν ὄντα Θεὸν ἐδιδάχθην ὑμνεῖν, καὶ προσφέρειν ᾆσμα, οὐ παλαιὸν, ἀλλὰ καινὸν, καὶ ταῖς καιναῖς εὐεργεσίαις συμβαῖνον. Οὐκέτι γὰρ θρηνῳδῶν ἱκετεύω, ἀλλ' ἐπὶ ταῖς εὐερ γεσίαις ὑμνῶ. Ταῦτα μὲν οὖν, ὡς ἔφην, τυπι κῶς ἁρμόττει τοῖς τοῦ ∆αβὶδ παθήμασι, καὶ ταῖς εἰς αὐτὸν γεγενημέναις εὐεργεσίαις. Ἁρμόττει δὲ διαφερόντως τῇ φύσει τῶν ἀνθρώπων, εἰς αὐτὸν κατενεχθείσῃ τὸν τῆς ἁμαρτίας πυθμένα, καὶ τῷ θανάτῳ παραπεμφθείσῃ, καὶ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως ἀνιμηθείσῃ, καὶ δεξαμένῃ τῆς ἀναστάσεως τὰς ἐλπίδας, λέγειν, "Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Καὶ εἰσ ήκουσέ μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπω ρίας." Λάκκος δὲ ταλαιπωρίας εἰκότως ὁ θάνατος ἐκλήθη, φθορᾶς ὑπάρχων μεστός· πηλός δὲ ἰλύος, ἡ ἁμαρτία, ὡς δυσοσμίαν ἀφιεῖσα πολλὴν, καὶ τὸν εὐθυτενῆ τῶν ἀνθρώπων ἐπέχου σα δρόμον. "Ὄψονται πολλοὶ, καὶ φοβηθήσονται, καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον." Ἐπειδὴ εἰς τῶν τῆς σωτηρίας ἀπολελαυκότων τὸ πρόσωπον ταῦτα διέξεισιν, εἰκότως ὁ Προφήτης ἔφη, ὅτι οἱ μηδέπω γεγευσμένοι τῶν ἀγαθῶν, θεωροῦντες καὶ φοβηθήσονται, ὡς ἤδη μὴ προσεληλυθότες, καὶ τῇ ἐλπίδι κρατυνθέντες, τῆς παρὰ τοῦ Θεοῦ τεύ ξονται σωτηρίας. εʹ. "Μακάριος ἀνὴρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς." Τῶν ματαιοτήτων τούτων ἐμνημόνευσεν ὁ Προφήτης, καὶ ἐν τῷ πρὸ τούτου ψαλμῷ· "Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄν θρωπος ζῶν." Καὶ πάλιν, "Πλὴν μάτην ταράσσε 80.1156 ται Κἀνταῦθα τοίνυν μακαρίζει τὸν τῶν μὲν παρ όντων καταφρονήσαντα, τὴν ἐλπίδα δὲ τὴν θείαν ἀντὶ πάντων κτησάμενον. ʹ. "Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυ μάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου