86
οὐκ ὀφείλει τις παρὰ τὰ οἰκεῖα τῆς καταστάσεως οὔτε ζῆν οὔτε μετασχηματίζεσθαι, ἵνα μὴ τὸ ἐπηρτημένον παρὰ τοῦ Κυρίου κρίμα ὡς τὸν κόσμον σκανδαλίζων ἀποίσῃ. οὗ φύγοιμεν, ὦ τριπόθητε, καὶ μάλιστα ἡμεῖς οἱ καὶ γνώσει καὶ βαθμῷ τῶν πολλῶν διαφέροντες· ἐπειδὴ κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν, ὁ δὲ ἐλάχιστος σύγγνωστος, καθὰ γέγραπται. καὶ πάλιν ὁ Κύριος· ᾧ παρέθετο πολύ, περισσότερον ἀπαιτήσουσιν. Μὴ οὖν, παρακαλῶ, ἡμεῖς οἱ ὀφείλοντες φῶς εἶναι τῶν ἐν σκότει τοὐναντίον ὦμεν, μηδὲ οἱ ἁλίζειν εὐαγγελικῶς τεταγμένοι μωρανθείημεν ἐξ ἀπροσεξίας. πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω, βοᾷ ὁ ἀπόστολος, πάντα πρὸς ὠφέλειαν τοῦ πλησίον, ἀλλὰ μὴ πρὸς βλάβην. κἂν ἐπ' αὐτῶν τῶν συγκεχωρημένων ἡμῖν σκινδαλμὸς γίνοιτο, τοῦτο πάλιν βοᾷ ὁ Μέγας Βασίλειος, καὶ πᾶσα ἁπλῶς ἥ τε παλαιὰ καὶ νέα διαθήκη ἐν τοῖς ἰδίοις ὅροις καὶ τρόποις ἕκαστον διαμένειν ἐγκελεύεται. καὶ μή με νομίσῃς, δέσποτα, κατεπαρτικῶς σοι ἐνεχθῆναι, ἀλλὰ καὶ λίαν ἀγαπητικῶς καὶ πεπονημένως, ἀναδεχόμενον τὰ σὰ ἐν ἐμοὶ κατὰ τὴν τῆς ἀγάπης ἀνάκρασιν καὶ ἐφιέμενον τὸ σωτήριον τῆς τιμίας σου ψυχῆς ὡς τὸ ἐμαυτοῦ. εἰ δέ τι ἔξω τοῦ εἰκότος ὁ λόγος ἔχει, ὁ παρὰ σοῦ λόγος διδαξάτω καὶ πεισάτω τὴν ἐμὴν ταπείνωσιν τὰ εἰκότα σε πράττειν ἐν τοῖς ἀπελεγχθεῖσιν ἐκτόπως ἔχειν. 70 {1Θεοδώρῳ διακόνῳ}1 Ἥκω τῇ ἐπιτροπῇ τῆς ἀγάπης σου ἐπὶ τῇ ἀπαντήσει τῶν αἱρετικῶν προβλημάτων. καὶ εἰ μὲν εὖ ἀπαντήσοιμι, ἐπίθες τὴν σφραγῖδα τῷ λόγῳ, εἰ δὲ μή γε, σαφηνίσειας αὐτὸς εὐκρινέστερον. ἐπεὶ δὲ οὐχ οἷόν τέ ἐστιν εὖ μάλα διαλῦσαι τὸ αἱρετικὸν φρόνημα, εἰ μὴ αὐτὴ ἡ πρότασις ὑποδείκνυτο, πρῶτον κείσθω αὕτη, καὶ εἶθ' οὕτως ἡ ὀρθόδοξος λύσις. {1Πρόβλημα αἱρετικοῦ.}1 Μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ὁμολογοῦντες ὅλον τι τὸν Χριστόν, ἤγουν μίαν ὁλότητα ἐκ μερῶν, θεότητός τε καὶ ἀνθρωπότητος δῆλον ὅτι, λέγετε. πυνθανόμεθα οὖν, τί συναριθμεῖτε τῇ Ἁγίᾳ Τριάδι, τὸ ὅλον ἢ τὸ μέρος; καὶ εἰ μὲν τὸ ὅλον, οὐκ ἔσται ὁμοούσιος ἡ Ἁγία Τριάς· εἰ δὲ τὸ μέρος, ἢ τὴν θεότητα συναριθμοῦντες ἐκτὸς τῆς Ἁγίας Τριάδος τὴν ἀνθρωπότητα προδήλως καταλιμπάνετε ἢ τὴν ἀνθρωπότητα συναριθμοῦντες ἁλώσεσθε τῆς Τριάδος ἐκτὸς τὴν θεότητα λέγοντες. {1Λύσις πρὸς τοῦτο.}1 Μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην ὁμολογοῦντες οὐχ ἁπλῶς ὅλον τι τὸν Χριστόν, ἀλλ' ἐκ δυοῖν ὁλοτήτων συνενηνεγμένων, θεότητός τε καὶ ἀνθρωπότητος, ὁμολογοῦμεν· καθ' ἃς ὁλότητας, τὰς ὡς μέρη πρὸς τὴν σύνθεσιν εἰλημμένας, ὅλος ἐστὶν ὡς θεὸς τῷ πατρί τε καὶ πνεύματι φυσικῶς συνημμένος καὶ ὅλος ὡς ἄνθρωπος τῇ μητρὶ καὶ ἡμῖν οὐσιωδῶς συντεταγμένος, τῳ μοναδικῷ χαρακτῆρι τὰ ἄκρα πρὸς ἑαυτὸν συνδέων καὶ τοὺς τῶν ἄκρων ὅρους ἀλωβήτους καὶ ἀσυγχύτους ἐν τῇ ἑνώσει διαφυλάττων. ἐφ' ᾧ ἡ Τριὰς μένει Τριάς, ἀσυμφυές τι εἰς προσθήκην μὴ προσιεμένη, καὶ ἡ ἀνθρωπότης μένει ἀνθρωπότης, τῆς ἑνωθείσης αὐτῇ θεότητος μήπω διαιρουμένη. ὥστε σου ἀλογῶδες τὸ πρόβλημα, ἐκ τῆς τῶν Ἀκεφάλων συγχυτικῆς αἱρέσεως ἀποζευγνύμενον. {1Τοῦ αὐτοῦ αἱρετικοῦ ἕτερον πρόβλημα.}1 Οὗτος ὁ Χριστὸς ὁ παρ' ὑμῶν ὁμολογούμενος συναριθμεῖται τῇ Ἁγίᾳ Τριάδι ἢ οὔ; καὶ εἰ μὲν συναριθμεῖται τῇ Ἁγίᾳ Τριάδι, πῶς ἔσται λοιπὸν ἡ Τριὰς ὁμοούσιος; εἰ δὲ οὐ συναριθμεῖται, οὐδὲ θεὸς ἔσται, ἀλλὰ μόνον ψιλὸς ἄνθρωπος. οἷς τοίνυν ὑμεῖς τὴν ἀπορίαν ἐπιλύσοισθε λόγοις, τὴν περὶ ἑνὸς Χριστοῦ φυλάττοντες δόξαν ἀπήμαντον, οὗτοι καὶ ἡμῖν πρὸς ταύτην ἀρκέσουσιν. {1Λύσις πρὸς τοῦτο.}1 Οὗτος ὁ Χριστὸς ὁ παρ' ἡμῖν ὁμολογούμενος, οἷς λόγοις ἀληθότητος ἐξεκρούσατο τὴν προτέραν πρότασιν, τούτοις καὶ τὴν παροῦσαν συνεκκρούσειεν, ὡς ἰσορρόπως τὸ ἀσεβὲς ἔχουσαν. ὃν δὲ ὑμεῖς Χριστόν, ἤγουν μίαν ὁλότητα φυσικὴν ἐκ μερῶν, θεότητός τε καὶ ἀνθρωπότητος, πρεσβεύετε, οὔτε ὁμοούσιος ἂν εἴη τῷ πατρί, εἴπερ ὁ πατὴρ θεὸς μόνον, ἀλλ' οὐχὶ καὶ ἄνθρωπος, οὔτε ὁμοούσιος τῇ μητρί, εἴπερ ἡ μήτηρ ἄνθρωπος μόνον, ἀλλ' οὐχὶ καὶ θεός. καὶ ὥρα