1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

86

πεμφθεῖσα ὑπὸ τοῦ βασιλέως καὶ πεζικὴ ἐκ Φρυγίας τῶν λεγομένων Λυκοκρανιτῶν· καὶ προεβάλετο στρατηλάτην ἀνατολῆς Βελισάριον διαδεξάμενος Ὑπάτιον πατρίκιον τὸν Σεκουνδίνου. καὶ τῇ ιβʹ τοῦ Μαΐου μηνὸς εἰσῆλθεν ἐν Ἀντιοχείᾳ Ἑρμογένης ὁ μάγιστρος ὁ Σκύθης, ἀνὴρ σοφός, πρέσβις ἀπολυθεὶς παρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ πρὸς τὸν βασιλέα Περσῶν περὶ εἰρήνης. τῷ δὲ Ἰουνίῳ μηνὶ Σαμαρεῖται καὶ Ἰουδαῖοι ἐν Παλαιστίνῃ βασιλέα Ἰουλιανόν τινα ἔστεψαν καὶ κατὰ Χριστιανῶν ὅπλα κινήσαντες ἁρπαγὰς καὶ φόνους καὶ ἐμπυρισμοὺς κατὰ Χριστιανῶν εἰργάσαντο. οὓς ὁ θεὸς παρέδωκεν εἰς χεῖρας Ἰουστινιανοῦ, καὶ ἀνήλωσε πάντας, καὶ ἀπεκεφάλισε τὸν τύραννον Ἰουλιανόν. Χοσρόης δέ, ὁ τῶν Περσῶν βασιλεύς, δεξάμενος Ἑρμογένην τὸν μάγιστρον μετὰ δώρων πρεσβεύοντα περὶ εἰρήνης τῷ Ἰουλίῳ μηνὶ τῆς αὐτῆς ζʹ ἰνδικτιῶνος, λαβὼν τὰ δῶρα εἰρήνην οὐ κατεδέξατο 179 ποιῆσαι, ἀναπεισθεὶς ὑπὸ Σαμαρειτῶν προσφυγόντων αὐτῷ καὶ ὑποτιθεμένων αὐτῷ προδιδόναι τὴν χώραν αὐτῶν, πᾶσαν τὴν Παλαιστίνην, ὡς ἔχοντες καὶ συμμαχίαν Ἰουδαίους τε καὶ Σαμαρείτας χιλιάδας νʹ. τούτοις θαρρήσας Χοσρόης οὐ προείλετο τὴν εἰρήνην βουλόμενος καὶ τὴν Ἱερουσαλὴμ δι' αὐτῶν παραλαβεῖν ἔχουσαν χρυσοῦ ἀναρίθμητα κεντηνάρια καὶ λιθέαν πολλήν. ἀφορμὴν δὲ ἔλαβε περὶ τῶν χρυσωρυχίων τῶν ἐν τοῖς ὄρεσιν Ἀρμενίας, ὡς πρώην ἀνὰ ταλάντου τελούντων Ῥωμαίοις τε καὶ Πέρσαις, νῦν δὲ τοῖς Ῥωμαίοις μόνοις τελούντων. καὶ ἄλλα τινὰ κεφάλαια προφασιζόμενος ἔγραφε τῷ βασιλεῖ. γνωσθέντος δὲ τοῦ δράματος τῶν Σαμαρειτῶν, ἐν τῳ ὑποστρέφειν αὐτοὺς ἐκ τῶν Περσῶν ἐκρατήθησαν εἰς τὸ Ἀμμάδιος. ἦσαν δὲ Σαμαρεῖται ὀνόματα πέντε ἐκ τῶν εὐπόρων αὐτῶν· καὶ παρεδόθησαν τῷ στρατηλάτῃ Βελισαρίῳ καὶ ἐξετασθέντες ὡμολόγησαν πάντα. Τῷ δ' αὐτῷ χρόνῳ ὁ δοὺξ Παλαιστίνης ἐποίησεν ἔχθραν μετὰ τοῦ φυλάρχου τῶν ὑπὸ Ῥωμαίους Σαρακηνῶν· καὶ φοβηθεὶς ὁ φύλαρχος εἰσῆλθεν εἰς τὸ ἐσώτερον λιμιτόν. καὶ μαθὼν ὁ Ἀλαμούνδαρος, ἐπιρρίψας παρέλαβεν αὐτὸν καὶ ἐφόνευσεν, καὶ λαβὼν τὰς γυναῖκας αὐτοῦ καὶ τὰ τέκνα ὑπέστρεψεν. καὶ μαθόντες οἱ δοῦκες τῆς Φοινίκης καὶ Ἀραβίας καὶ Μεσοποταμίας καὶ ὁ φύλαρχος ἐδίωξαν ὀπίσω αὐτοῦ· καὶ ἀκούσας ὁ Ἀλαμούνδαρος ἔφυγεν εἰς τὰ Ἰνδικὰ μέρη, εἰς ἃ οὐδεὶς τῶν Ῥωμαίων εἰσῆλθέ ποτε. παρέλαβον δὲ καὶ τὰς σκηνὰς αὐτῶν καὶ ἤνεγκαν αἰχμαλωσίαν πολλὴν Σαρακηνῶν, ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων, καὶ ὅσους εὗρον Ῥωμαίους αἰχμαλώτους καὶ καμήλους καὶ πρόβατα καὶ βόας καὶ πολλὴν μέταξιν καὶ ἱματισμόν. ἔκαυσαν δὲ καὶ Περσικὰ κάστρα τέσσαρα καὶ ὑπέστρεψαν μετὰ νίκης μεγάλης. 180 Κόσμου ἔτη ϛκβʹ. Τῆς θείας σαρκώσεως ἔτη φκβʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. γʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. εʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη δʹ. δʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιθʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. ιʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. γʹ. Τούτῳ τῷ ἔτει τῆς ηʹ ἐπινεμήσεως ἐποίησεν ὁ βασιλεὺς Ἰουστινιανὸς διωγμὸν μέγαν κατὰ Ἑλλήνων καὶ πάσης αἱρέσεως καὶ τὰς τούτων οὐσίας ἐδήμευσεν. κατηγορήθη δὲ καὶ Μακεδόνιος, ὁ ἀπὸ ῥεφερενδαρίων, καὶ Ἀσκληπιόδοτος, ὁ ἀπὸ ἐπάρχων, ὅστις καὶ φοβηθεὶς ἐπίπισε καὶ ἀπέθανεν· καὶ Πηγάσιος ὁ Ἡλιουπολίτης σὺν τοῖς τέκνοις αὐτοῦ ἐν προόδῳ ἐξητάσθησαν· καὶ Φωκᾶς, ὁ πατρίκιος τοῦ Κρατεροῦ, καὶ ὁ κυαίστωρ Θωμᾶς καὶ ἄλλοι συνελήφθησαν· καὶ πολὺς φόβος ἐγένετο. καὶ ἐθέσπισεν ὁ βασιλεύς, ὥστε μὴ πολιτεύεσθαι τοὺς ἑλληνίζοντας μηδὲ τοὺς αἱρετικούς, εἰ μὴ μόνους τοὺς ὀρθοδόξους Χριστιανούς, δοὺς αὐτοῖς καὶ προθεσμίαν ἕως μηνῶν τριῶν πρὸς ἐπιστροφήν. τῷ δὲ Μαρτίῳ μηνὶ τῆς αὐτῆς ηʹ ἰνδικτιῶνος ἐν Ἀντιοχείᾳ Ἑρμογένης, ὁ ἀπὸ ὑπάτων μάγιστρος, καὶ Ῥουφῖνος, ὁ ἀπὸ στρατηλατῶν πατρίκιος, ἐπὶ τὰ Περσικὰ μέρη ἀπερχόμενοι πρεσβευταί, καὶ φθάσαντες εἰς τὸ ∆αρᾶς ἐμήνυσαν τῷ