87
Aὐτὸς γὰρ ἡμᾶς ἐγερεῖ ὁ παντοκράτωρ Θεὸς διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ τὴν ἀψευδῆ, καὶ ἀναστήσει ἡμᾶς σὺν πᾶσι τοῖς ἀπ' αἰῶνος κοιμηθεῖσιν τοιούτους, ὁποῖοι ὑπάρχομεν ἐν τῇ νῦν μορφῇ, μηθὲν ἐλλειπὲς ἔχοντας ἢ τὴν φθοράν, ἐπείπερ ἄφθαρτοι ἀναστησόμεθα. Κἄν τε γὰρ ἐν πελάγει τελευ τήσωμεν, κἂν ἐν γῇ διασπαρῶμεν, κἂν ὑπὸ θηρίων ἢ ὀρνέων διασπασθῶμεν, ἀναστήσει ἡμᾶς τῇ ἑαυτοῦ δυνάμει, ὅτι ὁ πᾶς κόσμος τῇ τοῦ Θεοῦ συνέχεται χειρί· «Θρὶξ δέ, φησίν, ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.» ∆ιὸ παραινεῖ λέγων· «Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.» Περὶ δὲ τῆς τῶν νεκρῶν ἀναστάσεως καὶ τῆς τῶν μαρτύ ρων μισθαποδοσίας λέγει Γαβριὴλ τῷ ∆ανιήλ· «Καὶ πολλοὶ τῶν κεκοιμημένων ἐκ γῆς χώματος ἀναστήσονται, οἱ μὲν εἰς ζωὴν αἰώνιον, οἱ δὲ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον· καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ὁ ἥλιος καὶ ὡς τὸ στερέωμα καὶ ὡς οἱ ἀστέρες.» Ὡς φωστῆρας τοίνυν τοὺς ἁγίους ἐκλάμψειν προεῖπεν ὁ ἅγιος Γαβριήλ· αὐτοῖς γὰρ τὸ συνιέναι τὴν ἀλήθειαν ἐμαρτύρησεν καὶ τὸ ἱερὸν αὐτοῦ ὄνομα. Oὐ μόνον δὲ τοῖς μάρτυσιν ἐπήγγελται τὴν ἀνάστασιν, ἀλλὰ καὶ πᾶσιν ἀνθρώ ποις, δικαίοις τε καὶ ἀδίκοις, εὐσεβέσιν τε καὶ δυσσεβέσιν, ἵνα ἕκαστος τὰ πρὸς ἀξίαν τίσῃ. «Ἄξει γάρ, φησίν, ὁ Θεὸς σύμπαν τὸ ποίημα εἰς κρίσιν ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν.» Ταύτην δὲ τὴν ἀνάστασιν μὴ πιστεύοντες Ἰουδαῖοι τὸ παλαιὸν ἔλεγον· «Ξηρὰ γέγονεν τὰ ὀστᾶ ἡμῶν, διαπεφωνήκαμεν.» Oἷς ὁ Θεὸς ἀποκριθεὶς ἔφη· «Ἰδοὺ ἐγὼ ἀνοίγω τοὺς τάφους ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐξ αὐτῶν καὶ δώσω τὸ πνεῦμά μου ἐν ὑμῖν, καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω.» Καὶ διὰ Ἡσαΐου φησίν· «Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἡσυχάζοντες ἐν τῇ γῇ, ὅτι ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν.» Πολλὰ μὲν οὖν καὶ ἕτερα περὶ τῆς ἀναστάσεως εἴρηται καὶ περὶ τῆς τῶν δικαίων ἐν δόξῃ διαμονῆς καὶ περὶ τῆς τῶν ἀσεβῶν τιμωρίας, πτώσεως, ἀποστροφῆς, καταδίκης, ἀδοξίας, πυρὸς αἰωνίου καὶ σκώληκος ἀτελευτήτου. Καὶ ὅτι, εἰ ἐβούλετο πάντας ἀνθρώπους εἶναι ἀθανάτους, ἠδύνατο, ἔδειξεν τὸν Ἐνὼχ καὶ τὸν Ἠλίαν μὴ ἐάσας θανάτου πεῖραν λαβεῖν. Eἰ δὲ καὶ κατὰ γενεὰν τοὺς τελευτῶντας ἀνιστᾶν ἤθελεν, καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων ἔπεισεν, τὸν μὲν υἱὸν τῆς χήρας διὰ Ἠλίου ἀναστήσας καὶ τὸν τῆς Σωμανίτιδος