87
ποιμανοῦντα αὐτοὺς καὶ ἄρξοντα αὐτῶν οὐκ ἐπ' ὀλίγον καὶ βραχύν τινα χρόνον ἀλλ' ἐπὶ τὸν αἰῶνα ὑπισχνεῖται. Οἰέσθωσαν μὲν οὖν τὸν ἄνθρωπον ἐκεῖνον τὸν υἱὸν Ἱεσσαὶ κατεπαγγέλλεσθαι τὸν λόγον αὐτοῖς οἱ ἐκ περιτόμης, βασιλείαν αὐτοῦ σωματικὴν αὖθις φανταζόμενοι, καὶ τὰς ὑποσχέσεις τοῦ Θεοῦ ἐν φθαρτοῖς καὶ γηΐνοις καὶ θείας ἀναξίοις ἐπαγγελίας καραδοκοῦντες· ἡμεῖς δὲ μηδαμῶς ἁρμόζειν μήτε θείαις ὑποσχέσεσι, μήτε μὴν εἰς αὐτὸν ἀναφέρεσθαι τὸν ∆αυὶδ, τὰ ὡς περὶ αὐτοῦ λεγόμενα πειθόμενοι ἐπὶ τὸν ἐκ σπέρματος αὐτοῦ τὸν κατὰ σάρκα γενόμενον Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκλαμβάνωμεν, τὰς προφητείας τούτῳ μᾶλλον ἁρμόζειν ἤπερ ἐκείνῳ τῷ ∆αυὶδ οἰόμενοι, τὰ ὡς ἂν ἐκ προσώπου ∆αυὶδ ἐν ταῖς ἱεραῖς γραφαῖς ἐμφερόμενα· οἷόν ἐστιν τὸ, Κύριος εἶπεν πρός με, Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε· καὶ τὸ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, λεγόμενον ἐν ιζʹ ψαλμῷ· ἔνθα πάλιν ὡς ἐκ προσώπου αὐτοῦ λέλεκται, τὸ, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. Περὶ τίνος δὲ ἄλλου προσήκειν τὸν Θεὸν φάσκειν ὑπονοεῖν τὸ, αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σύ· καὶ τὸ, κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ἢ περὶ τοῦ Σωτῆρος ἡμῶν τοῦ μονογενοῦς παιδὸς αὐτοῦ; Τί γὰρ ἐξαίρετον παρὰ τοὺς λοιποὺς προφήτας τε καὶ δικαίους ἄνδρας κατωρθῶτο τῷ 147 ∆αυὶδ, ὡς περὶ μόνου αὐτοῦ ταῦτα λέγεσθαι, καὶ αὐτὸν προφητεύεσθαι αὖθις ἀναστήσεσθαι βασιλέα τε καὶ ποιμένα τῶν τοῦ Θεοῦ προβάτων; Ταῦτα δὴ πάντα συνορῶντες, ἐφιστάντες τῇ τοῦ Ἠσαίου προφητείᾳ μετὰ τὴν τοῦ ∆αυὶδ τελευτὴν ἀνακηρυττούσῃ τά τε ἄλλα περὶ τοῦ Χριστοῦ, καὶ τὸ, Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ· καὶ τὰ τούτοις ἑξῆς εἰκότως περὶ τοῦ αὐτοῦ καὶ τὰ ἐνθάδε, ὡς περὶ ∆αυὶδ προφητευόμενα, λέγεσθαι πεπείσμεθα. Μόνος γὰρ ὁ Χριστὸς τοῦ Θεοῦ, κατὰ τὴν μεταφορὰν τῆς προσηγορίας καὶ ∆αυὶδ χρηματίσας, ποιμὴν ὁ καλὸς ἀναδέδεικται, ἀρχηγὸς καὶ σωτὴρ τῆς τοῦ Θεοῦ ποίμνης τε καὶ ἐκκλησίας γεγενημένος· ὃς βασιλεὺς ἐπὶ πάντα τὸν νοητὸν Ἰσραὴλ ὑπὸ τοῦ Πατρὸς κατασταθήσεσθαι μετὰ τὸ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ προφητεύεται. Ψ. Ἀπὸ τοῦ ∆ανιήλ. ΜΒʹ. ∆ανιήλ ἐστιν ὁ φάσκων. Καὶ ἐν τοῖς χρόνοις τῶν βασιλέων ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἄλλην, ἥτις εἰς τοὺς αἰῶνας ἔσται καὶ οὐ φθαρήσεται, καὶ αὕτη ἡ βασιλεία ἄλλο ἔθνος οὐ μὴ ἐάσῃ, πατάξει δὲ καὶ ἀφανίσει τὰς βασιλείας, καὶ αὐτὴ στήσεται εἰς τὸν αἰῶνα, καθάπερ ἑόρακας ἐξ ὄρους τμηθέντα λίθον ἄνευ χειρῶν, καὶ συνηλόησε τὸ ὄστρακον, τὸν σίδηρον, καὶ τὸν χαλκὸν, καὶ τὸν ἄργυρον, καὶ τὸν χρυσόν. Καὶ ταῦτα περὶ τῆς ἐπὶ συντελείᾳ 148 τῶν αἰώνων γενησομένης τοῦ Χριστοῦ βασιλείας δηλοῦται· ὁ γάρ τοι λίθος, ὁ ἐξ ὄρους τμηθεὶς ἄνευ χειρῶν, σύμβολον ἂν εἴη τοῦ Λόγου τοῦ Θεοῦ, καὶ ἐν ἄλλαις προφητείαις λίθου προσαγορευθέντος, ὡς ἐπὶ τοῦ, ἰδοὺ τίθημι ἐν Σιῶν λίθον ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον· καὶ, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Τοῦτον οὖν φησὶν ὁ παρὼν λόγος τὰς βασιλείας τοῦ κόσμου καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας καθελόντα καὶ συντρίψοντα καθέξειν τὴν τῶν ἁγίων βασιλείαν εἰς τὸν αἰῶνα. Ψ. Τοῦ αὐτοῦ. ΜΓʹ. Ναβουχοδονόσορ ὁ βασιλεὺς τοὺς περὶ τὸν Ἀνανίαν εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμβάλων, ὡς ἔγνω μηδὲν αὐτοὺς ὑπὸ τοῦ πυρὸς ἠδικημένους, αὐτόπτης τοῦ παραδόξου γενόμενος, τοῖς ἑαυτοῦ φίλοις εἰρηκὼς ἀναγέγραπται· Οὐχὶ τρεῖς ἄνδρας ἐβάλομεν ἐν μέσῳ τοῦ πυρός; συμφησάντων δὲ αὐτῶν, Ἰδοὺ ἐγὼ, φησὶν, ὁρῶ ἄνδρας τέσσαρας λελυμένους, καὶ περιπατοῦντας ἐν τῷ πυρὶ, καὶ φθορὰ οὐδεμία ἐστὶν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοίωμα υἱοῦ Θεοῦ· ὡσαύτως δὲ καὶ τὸ Ἑβραϊκὸν ὁμοίωμα υἱοῦ Θεοῦ περιέχει, καὶ οἱ λοιποὶ δὲ ὁμοίως ἐκδεδώκασιν ἑρμηνευταί· τούτου δὴ οὖν ἕνεκα ἐσημειωσάμεθα τὸν τόπον, ὡς καὶ ἐντεῦθεν σημαινομένης τῆς