87
Ἱπποδάμειαν ἔγημε. τινὲς δὲ νγʹ ἔτη καὶ ἄλλοι ξγʹ λέγουσιν αὐτὸν βασιλεῦσαι, καὶ ἕτεροι λεʹ. Μυκηνῶν Ἀργείων ιςʹ ἐβασίλευσαν Ἀτρεὺς καὶ Θυέστης ἔτη λγʹ, κατὰ δὲ ἄλλους ἔτη ξεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσοθʹ. Μετὰ τὴν Πέλοπος τελευτὴν ἐμερίσαντο τὴν ἀρχὴν Ἀτρεὺς καὶ Θυέστης τῶν Μυκηνῶν κατὰ τοὺς αὐτοὺς χρόνους. ὧν θανόντων Ἀγαμέμνων διε δέξατο τὴν ἀρχὴν Μυκηνῶν καὶ Ἀργείων. Μενέλαος δὲ Ἀγαμέμνονος ἀδελφὸς Λακεδαιμονίων ἐβασίλευσε μετὰ τὸν Ἀτρέως θάνατον, ὡς ἑξῆς σύγκειται.
ΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀθηναίων ςʹ ἐβασίλευσεν Ἐρεχθεὺς ἔτη νʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος δρδʹ. Ἐρεχθέως τούτου θυγατέρα Βορέας υἱὸς Ἀστραίου Θρᾲξ ἥρπασεν Ὠριθυῖαν. ὁ δὲ μῦθος τὸν ἄνεμον, ὡς Φιλόχορος ἐν δευτέρᾳ φησίν. ἐπὶ τούτου δὲ καὶ τὰ λεγόμενα μυστήρια ἤρξαντο. 189 Ἀθηναίων ζʹ ἐβασίλευσε Κέκροψ ἔτη μʹ, ὁ δεύτερος Ἐρεχθέως ἀδελφός. τοῦ δὲ κόσμου ἦν ἔτος δρνδʹ. Ἀθηναίων ηʹ ἐβασίλευσε Πανδίων Ἐρεχθέως ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρζδʹ. Ἀθηναίων θʹ ἐβασίλευσεν Αἰγεὺς Πανδίονος ἔτη μηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσιθʹ. ΣΠΟΡΑ∆ΗΝ Κατὰ τούτους Φρίξος ἔδοξε τισὶν ὀχεῖσθαι ἐπὶ χρυσομάλλῳ κριῷ ἅμα τῇ ἀδελφῇ Ἕλλῃ φεύγων μητρυιὰν ἐπιβουλεύουσαν. καὶ ηὐτύχησε πλοίου, ᾧ τὸ παράσημον κριὸς ἦν. Παλαίφατος δὲ Κριόν φησι καλεῖσθαι τὸν διασώσαντα αὐτοὺς τροφέα. Ὁ κατὰ Εὔμολπον πόλεμος, ἀφ' οὗ οἱ Εὐμολπίδαι Ἀθήνησιν. Τὰ κατὰ Πρόκνην καὶ Φιλομήλαν θυγατέρας Πανδίονος. Πυθοῖ Φημονόη χρησμῳδὸς πρώτη δι' ἑξαμέτρων ἱστορεῖται προθε σπίσαι. Τῆς ∆αρδανίας ἐβασίλευσε Τρὼς καὶ Ἶλος, ἀφ' οὗ Τρῶες καὶ Τρῳὰς ἡ πόλις καὶ Ἴλιον· καθ' οὓς Τάνταλος ἐβασίλευσε τῆς Φρυγίας ἤτοι Μαιονίας, ἀφ' ἧς καὶ Μαίονες· Τιτυὸς συνεχρόνισε Ταντάλῳ. κατὰ δὲ Τιτυὸν Λητώ, ἀφ' ἧς Ἀπόλλων, ὃς καὶ σὺν Ἡρακλεῖ τῷ Ἀδμήτῳ ἐδουλευσε.
ΣΠΟΡΑ∆ΗΝ Γανυμήδην ὁ Τάνταλος ἁρπάσας υἱὸν τοῦ Τρωὸς ὑπ' αὐτοῦ
κατεπολε μεῖτο Τρωός, ὡς ἱστορεῖ ∆ίδυμος ἐν ἱστορίᾳ ξένῃ καὶ Φανοκλῆς. μάτην ἄρα τοῦ ∆ιὸς ὡς ἀετοῦ τοῦτον ἁρπάσαντος ὁ μῦθος καταψεύδεται. Ἴλιον ὑπὸ Ἴλου ἐκτίσθη. Μελάμπους μάντις ἐγνωρίζετο· τὰ κατὰ Φρίξον καὶ Μελικέρτην, ἐφ' οὗ τὰ Ἴσθμια· τὰ κατὰ ∆ήμητραν, ἥν τινες Ἶσίν φασι· καὶ τὰ περὶ ∆ανάην, ἐξ ἧς ὁ Περσεύς. Περσεὺς τὰς στρατείας ἐπετέλει καὶ ἐπὶ Πέρσας ἐστρά τευσε, τὴν δὲ Γοργόνα ἐκαρατόμησεν ἑταίραν εὔμορφον διὰ κάλλους ἐξ 190 ιστῶσαν τοὺς θεατάς, ὡς ἀπολιθοῦσθαι δοκεῖν. ∆ίδυμός φησιν ἐν ἱστο ρίᾳ ξένῃ καὶ παρατίθεται τὸν συγγραφέα ταύτης. ὁ Πήγασος, τάχα τις ἵππος ὀξύς, κτῆμα τῆς γυναικός· ὡς δὲ Παλαίφατος, Βελλεροφόντου πλοῖον ἦν ὁ Πήγασος. Τὰ πρὸς Μελέαγρον καὶ Οἰνέα ἐν Αἰτωλίᾳ. Κυρήνη ἐκτίσθη ἐν Λιβύῃ. Ἴων πολέμαρχος γεγονὼς Ἴωνας τοὺς Ἀθηναίους ἀφ' ἑαυτοῦ ὠνόμασε. ∆ιόνυσος ἐπὶ Ἰνδοὺς ἐστράτευσε καὶ Νῦσαν πόλιν ἔκτισε πρὸς τῷ Ἰνδῷ ποταμῷ. Μίδας Φρυγῶν ἐβασίλευσε· Λάιος Χρύσιππον ἥρπασε· Μίλητος ἐκτίσθη πόλις· ὁ ἐν Ἐλευσῖνι νεὼς ἐκτίσθη. Εὐρώπη Ἀγήνορος ὑπὸ Κρητῶν ἡρπάγη ἐμπόρων, ὥς φησιν Ἡρόδοτος· τοῦ δὲ πλοίου παράσημον ἦν ταῦρος. ταύτης ἐπὶ ζήτησιν Κάδμος ἐξελθὼν κτίζει τὴν Καδμείαν καὶ Θηβῶν ἐβασίλευσε· τοὺς δὲ πλησιοχώρους αἰφνι δίως ἐπανελθόντας αὐτῷ διὰ τὸ πανταχόθεν ὡς ἀπὸ γῆς συρρεῖν κατ' αὐ τοῦ Σπαρτοὺς ὠνόμασεν, ὡς Παλαίφατος ἐν πρώτῳ φησί. ∆ιονύσου πράξεις καὶ τὰ περὶ Ἰνδούς, Λυκοῦργόν τε καὶ Ἀκταίωνα καὶ Πενθέα, ὅπως τε Περσεῖ συστὰς εἰς μάχην ἀναιρεῖται, ὥς φησι ∆είναρ χος ὁ ποιητής, οὐχ ὁ ῥήτωρ. τῷ δὲ βουλομένῳ πάρεστιν ἰδεῖν αὐτοῦ τὴν ταφὴν ἐν ∆ελφοῖς παρὰ τὸν Ἀπόλλωνα τὸν χρυσοῦν, ἔνθα καὶ τὸ ὅπλον ἀνάκειται Αὐγούστου Καίσαρος καὶ Νέρωνος ἡ κιθάρα. βάθρον δέ τι νο μίζεται τοῖς ἀγνοοῦσιν ὁ ∆ιονύσου τάφος, στρατηγὸς δὲ δοκεῖ