87
οὕτως ἐγώ σοι τρόπον ὑφηγήσομαι ἰσχυρότατον τοῦ πρὸς ἐμὲ πολέμου, ὡς ἂν τάχιστά τε καὶ χωρὶς κινδύνων πραγμάτων ἀπαλλαγῇς. θεὸς ὁ χορηγὸς πάντων τῶν ἀγαθῶν, ὁ πατὴρ πάντων καὶ κύριος τῶν βασιλέων, ἄμαχόν τινα καὶ θαυμασίαν παρέσχετο δύναμίν σοι, πρὸς ἣν οὐχ ὅτι γε ἀντιστῆναι, ἀλλ' οὐδ' ἀντιβλέψαι δυνατὸς εἶναι ὁμολογῶ. ἔστι δ' αὕτη τις, τὸ σὲ μὲν εἶναι κύριον καὶ πατέρα, ἐμὲ δὲ υἱὸν καὶ δοῦλον ἀκριβῶς. ταύτῃ δὴ χρησάμενος τῇ δυνάμει, ἐν ὀλίγῳ πᾶν, ὃ βούλει, ῥᾳδίως ἔσῃ κατωρθωκώς. ἐὰν γὰρ κελεύσῃς ὡς πατὴρ, κλοιὰ περιθέμενον αὐτόθι δεσμωτήριον οἰκεῖν ἐλθόντα, ἑτοιμότατα τὸ κελευόμενον ποιήσω. καὶ τί λέγω δεσμωτήριον καὶ κλοιά; καὶ εἴ τι βούλει τῶν αἰσχροτάτων ἕτερον, προθύμως σοῦ κελεύοντος ὑπομενῶ· ἂν δὲ ταύτην ἀφεὶς τὴν δύναμιν, ἐπὶ τὴν ἑτέραν, ἣν ἐκ πολλοῦ λανθά 1.246 νειν οἰόμενος παρεσκεύασας σεαυτῷ, τραπῇς, ἐλπίζων ἐμὲ κατεργάσεσθαι πολέμῳ, ὀκνῶ μὲν εἰπεῖν, εἰρήσεται δὲ ὅμως, δέδοικα μὴ, ὥσπερ καὶ πρότερον, ἐπὶ τῶν ἔργων αὐτῶν ἀλυσιτελῶς σεαυτῷ βεβουλευμένος φανῇς. τότε μὲν οὖν θεοῦ τε συναιρομένου καὶ τῶν ἐμὲ πάνυ φιλούντων τουτωνὶ συμπραττόντων, ἱδρῶσι πολλοῖς καὶ πόνοις οὐχ ὅπερ αὐτὸς ἔργον εὐχῆς ἡγοῦ τελεσθῆναι, ἀλλ' ὅπερ σὺ μὲν οὐδὲ ἐνεθυμήθης, ἐμοὶ δὲ ἦν διὰ σπουδῆς, κατωρθώθη· νῦν δὲ δέδοικα, ἂν τὰ πράγματα ἑτέρως ἢ αὐτὸς ἐλπίζῃς ἀποβῇ, μὴ καὶ αὕτη ἡ ἐλπὶς περιαιρεθῇ. διὸ καὶ δέομαι αὖθις καὶ συμβουλεύω, ἢ τὴν εἰρήνην ἑλέσθαι, ἢ εἴγε πάντως ὥρμησαι πρὸς τὸ πολεμεῖν, τῇ μεγάλῃ χρήσεσθαι ἰσχύϊ, ἣν ἔχεις ὡς πατὴρ, δι' ἧς ῥᾳδίως ἅπαν ἄν σοι τὸ βουλόμενον κατορθωθείη, ἴστω δὲ θεὸς ὡς ἀληθῆ λέγω, καὶ μὴ τῇ συκίνῃ θαῤῥεῖν ἐπικουρίᾳ, τοῖς ἐκπεμφθεῖσιν ἐπὶ τὴν ἑσπέραν ἄρχουσιν ἐπὶ τὸ τὸν κατ' ἐμοῦ πόλεμον ἐξαρτύσασθαι. πολλῶν γὰρ ὄντων, ὡς αὐτὸς οἴει, καὶ θαυμασίων στρατηγῶν, πολλῷ τῷ μέτρῳ διαφέροντας ἴσθι ἐμὲ καὶ τοὺς μετ' ἐμοῦ. ἂν μὲν οὖν ἐμοὶ πεισθεὶς, ἐπιψηφίσῃ τὴν εἰρήνην, θεόν τε εὐφρανεῖς καὶ τοὺς ἀγαθοὺς ἀγγέλους αὐτοῦ, καὶ ἡμᾶς πολέμων καὶ κινδύνων ἀπαλλάξεις. ἂν δ' ἑτέρως βουλεύσῃ, ἐγὼ μὲν ἐπιμαρτύρομαι τὸν πάντα ἐφορῶντα ὀφθαλμὸν καὶ τὰς διοικούσας τὰ ἡμέτερα πράγματα δυνάμεις οὐρανίους, ὡς καὶ ἀδικούμενος καὶ παρασπονδούμενος, ὅμως ἀσπάζομαι τὴν εἰρήνην· αὐτὸς δ' ἂν εἰδείης ὅ,τι καὶ σεαυτῷ 1.247 συμφέρον καὶ τοῖς ἄλλοις Ῥωμαίοις καὶ βουλεύσασθαι καὶ πρᾶξαι.» Τοιαῦτα μὲν βασιλεὺς ὁ νέος διεπρεσβεύσατο πρὸς βασιλέα τὸν πάππον. νʹ. Εἰς Βυζάντιον δὲ τῶν πρέσβεων ἀφικομένων, πρότερος ἐλθὼν ὁ Κωκαλᾶς, πάντα κατὰ μέρος διεξῄει πρὸς βασιλέα, ὅσα τε αὐτοὶ ἐγκαλοῦντες εἴποιεν τῷ νέῳ βασιλεῖ, καὶ οἵαις αὐτὸς πρὸς ἕκαστα χρήσαιτο ταῖς ἀπολογίαις, καὶ τελευταῖον ὅσα διαπρεσβεύσαιτο πρὸς αὐτόν. καὶ ἔδοξεν οὐ κατὰ καιρὸν τὴν ἐκεῖσε τῶν ἀρχιερέων καὶ τῶν ἄλλων ἄφιξιν γεγενῆσθαι, ὡς ἀνάγκης ἤδη οὔσης ἢ πρὸς τὴν εἰρήνην χωρεῖν, ἢ ὡρμημένους πολεμεῖν προδήλως ἤδη πᾶσιν ἀδικεῖν δοκεῖν. μετὰ μικρὸν δὲ καὶ οἱ λοιποὶ ἐλθόντες καὶ προσκυνήσαντες τὸν βασιλέα, οὐδὲν ἐπετράπησαν εἰπεῖν τῶν κατὰ τὴν πρεσβείαν, ἀλλ' ἕκαστον οἴκαδε ἀπελθόντας ἠρεμεῖν, ἄχρις ἂν βασιλέως προστάξαντος ἀπαγγείλωσι τὰ τῆς πρεσβείας. τοῦτο δὲ ἦν σκῆψις εὐπρεπής. ἔδοξε γὰρ βασιλεῖ μᾶλλον λυσιτελεῖν σιωπῇ τὸ πρᾶγμα παρελθεῖν, δεδοικότι μὴ, δημοσίᾳ ἀπαγγελλομένης τῆς πρεσβείας, ἢ ἀναγκάζοιτο παρὰ πάντων εἰρηνεύειν πεπεισμένων ἤδη, τὸν νέον βασιλέα καὶ δίκαια καὶ συμφέροντα ἀξιοῦν, ἢ εἰ μὴ πείθοιτο, δοκοίη φανερῶς ἀδικεῖν. ἓξ μὲν οὖν ἡμέραι παρῆλθον, καὶ τῆς πρεσβείας λόγος ἦν οὐδείς. ἀχθόμενος δὲ ὁ πατριάρχης ἐπὶ τῇ τοῦ χρόνου παρατάσει, μεμήνυκε πρὸς βασιλέα, ὡς «ἓξ ἡμερῶν παρελθουσῶν, οὐδὲν παρὰ τῶν πρὸς βασιλέα τὸν ἔγγονον τὸν σὸν ἀπεσταλμένων 1.248 ἀρχιερέων ἐπύθου· δέον οὖν, ἐπεὶ καὶ ὁ χρόνος πρὸς διάσκεψιν ἱκανὸς, πυθέσθαι αὐτῶν ὅ,τι λέγουσιν.» ὁ δὲ ἐπηγγείλατο ποιήσειν. ὡς δ' ἕτεραι τοσαῦται διεληλύθασιν ἡμέραι καὶ λόγος οὐδεὶς ἐγίνετο αὐτῶν, πάλιν πέμψας ὁ πατριάρχης, ἐδεῖτο τοῦ βασιλέως μὴ οὕτω τρίβεσθαι