87
Σεναχηρεὶμ παρὰ τῶν υἱέων ἀνῄρητο, καὶ οἱ μὲν πατροκτόνοι δείσαντες εφυγον, ετερος δὲ παῖς ἐκείνου ὁ Ναχορδὰν τὴν βασιλείαν τὴν πατρικὴν διεδέξατο. ος συγγενῆ τοῦ Τωβὶτ κατέστησε τῶν αὐτοῦ πραγμάτων διοικητήν, ̓Αχιάχαρ καλούμενον. κἀκεῖνος ἐδεήθη τοῦ βασιλέως περὶ Τωβίτ, καὶ ἐπανῆλθεν εἰς Νινευί. ἐνστάσης δὲ πεντηκοστῆς, ην καθ' ἑπτὰ ἑβδομάδας ἑώρταζον ̓Ιουδαῖοι, αριστον ἡτοίμαστο τῷ Τωβὶτ δαψιλές. λέγει ουν τῷ υἱῷ αὐτοῦ Τωβίᾳ "πορεύθητι, τέκνον, καὶ αγαγε ον αν ευρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ μεμνημένον τοῦ κυρίου, μεθέξοντα τραπέζης ἡμῖν." ὁ δὲ πορευθεὶς ἀνέστρεψε λέγων "εις ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ερριπται ἐν τῇ ἀγορᾷ." καὶ ὁ Τωβὶτ εὐθὺς ἀπῆλθε, καὶ ἀνελόμενος τὸν 1.219 νεκρὸν εἰς τὴν οἰκίαν ἐκόμισε, δύντος δὲ τοῦ ἡλίου εθαψεν αὐτόν. καὶ ἐπανελθὼν οὐκ εἰσῆλθεν εἰς τὴν οἰκίαν, οια κατὰ τὸν νόμον ἀκάθαρτος ὡς ἁψάμενος τοῦ νεκροῦ, ἀλλ' ἐκοιμήθη παρὰ τὸν τοῖχον ἐν τῇ αὐλῇ. στρουθία δὲ ἐν τῷ τοίχῳ διανυκτερεύοντα ἀφώδευσαν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐξ ων λευκώματα συνέβησαν ἐν αὐτοῖς, κἀκ τούτων πεπήρωτο ὁ Τωβίτ. ἐν ἐνδείᾳ δὲ γεγονὼς ὑπὸ τῆς γυναικὸς μισθῷ νηθούσης ἐτρέφετο. καί ποτε μισθὸν λαβοῦσα, καὶ ἐπ' αὐτῷ προσειληφυῖα καὶ εριφον, ηκε πρὸς τὸν Τωβίτ. καὶ ἀκούσας τῆς κραυγῆς τοῦ ἐρίφου, ἠρώτα μήποτε κλοπιμαῖος ειη. ἡ δέ "δῶρον" ειπέ "μοι δέδοται ἐπὶ τῷ μισθῷ." καὶ ος ἐνέκειτο λέγων "εἰ κλοπιμαῖόν ἐστιν, ἀποδοθήτω τοῖς κυρίοις αὐτοῦ." περιαλγήσασα δὲ ἡ γυνὴ καὶ οἱονεὶ τὸν ανδρα ἐπὶ τῇ ἀκριβείᾳ τοῦ δικαίου χλευάζουσα "ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου;" εφη. καὶ ὁ Τωβὶτ ἐδάκρυσε συγχυθεὶς καὶ ῃτει τὸν θεὸν ἀπαλλαγῆναι τοῦ ζῆν. Καὶ κατ' αὐτὴν τὴν ἡμέραν ἐν ̓Εκβατάνοις τῆς Μηδίας συνέπεσεν ὀνειδισθῆναι Σάρραν τὴν θυγατέρα ̔Ραγουὴλ ὑπὸ παιδισκῶν τοῦ πατρὸς αὐτῆς, ὡς τοὺς ανδρας αὐτῆς ἀποπνίγουσαν, καὶ ἑπτὰ μὲν συζευχθεῖσαν, οὐδενὶ δὲ αὐτῶν γενομένην. δαιμόνιον γάρ τι ̓Ασμοδαῖος καλούμενον ἐθανάτου αὐτοὺς πρὸς αὐτὴν εἰσιόντας. ἡ δὲ μὴ φέρουσα τὸν ὀνειδισμὸν ἀπάγξασθαι ἐβουλεύσατο. ἀλλ' ινα μὴ πένθος καὶ ονειδος δῷ τῷ πατρὶ αὐτῆς, τοῦτο μὲν οὐκ ἐποίησεν, εἰς προσευχὴν δὲ στᾶσα ἐπεκαλέσατο τὸν θεόν, αἰτουμένη θανεῖν καὶ ἀπαλλαγῆναι τῶν ὀνειδῶν η οἰκτειρηθῆναι καὶ ουτως αυθις τὸ ονειδος ἐκφυγεῖν. Εἰσηκούσθη ουν ἡ προσευχὴ καὶ ἀμφοῖν, καὶ 1.220 ἀπεστάλη πρὸς τοῦ θεοῦ ̔Ραφαὴλ ὁ ἀρχάγγελος ἰάσασθαι μὲν τὴν πήρωσιν τῷ Τωβίτ, τὴν Σάρραν δὲ τῷ Τωβίᾳ μνηστεύσασθαι, καὶ δῆσαι τὸν ̓Ασμοδαῖον τὸ πονηρὸν δαιμόνιον, ωστε μή τι κακὸν τῷ Τωβίᾳ ἐργάσασθαι, εἰ τὴν Σάρραν ἀγάγοιτο. καλέσας δὲ ὁ Τωβὶτ τὸν Τωβίαν τὸν παῖδα αὐτοῦ καὶ παραινέσας πολλά, τέλος εφη αὐτῷ "δέκα τάλαντα ἀργυρίου παρεθέμην Γαμαὴλ τῷ τοῦ Γαβρία ἐν ̔Ράγοις τῆς Μηδίας· πορευθεὶς ουν λάβε ταῦτα." καὶ εδωκεν αὐτῷ τὸ περὶ τούτων χειρόγραφον, καὶ ἐνετείλατο ζητῆσαι ανθρωπον ος μισθοῦ συμπορεύσεται αὐτῷ. καὶ ζητῶν συνοδοιπόρον ἐντυγχάνει τῷ ἀρχαγγέλῳ ̔Ραφαὴλ ἐν ειδει ἀνδρὸς φανέντι αὐτῷ καὶ ἐπαγγελλομένῳ εἰδέναι τὴν ὁδὸν καὶ τὸν οικον τοῦ Γαμαὴλ καὶ σὺν αὐτῷ πορευθῆναι. καὶ παραλαβὼν αὐτὸν ὡς ανθρωπον ̓Αζαρίαν καλούμενον ἀπῄει. καὶ ηλθον ἑσπέρας ἐπὶ τὸν Τίγρην τὸν ποταμόν, καὶ ηὐλίσθησαν ἐκεῖ. Τωβίας δὲ εἰσέδυ τὸν ποταμὸν περικλύσασθαι, καὶ ἀνέθορεν ἐκεῖθεν ἰχθὺς καταπιεῖν τὸ μειράκιον. ὁ δὲ αγγελος ἐπιλαβέσθαι αὐτῷ τοῦ ἰχθύος παρεκελεύσατο, καὶ ἑλκυσθέντα αὐτὸν εἰς τὴν γῆν ἀνατμηθῆναι ειπε, καὶ λαβεῖν ὑπέθετο τῷ Τωβίᾳ τὴν καρδίαν αὐτοῦ καὶ τὸ ηπαρ καὶ τὴν χολήν, καὶ διατηρεῖν ἀσφαλῶς. ̔Ως δ' ἐπορεύοντο καὶ ηγγιζον ̓Εκβατάνοις, εφη Τωβίας "ἀδελφὲ ̓Αζαρία, εἰς τί χρησιμεύσουσιν ἡμῖν ἡ καρδία τοῦ ἰχθύος καὶ τὸ ηπαρ καὶ ἡ χολή; ὁ δὲ ἀπεκρίνατο "ἡ καρδία καὶ τὸ ηπαρ θυμιώμενα διώκουσι δαίμονας, ἐάν τινι ἐνοχλῶσιν, ἡ δὲ χολὴ ἐγχριομένη ομμασι λευκώματα εχουσι καθαίρει ταῦτα καὶ 1.221 δίδωσι τὸ ὁρᾶν." ηδη δὲ τοῖς ̓Εκβατάνοις προσήγγισαν, καί φησι τῷ Τωβίᾳ ὁ αγγελος "σήμερον