87
ψαμμώδης αμμος, η ὁ μικρὸς λίθος. ̓Αχών. ἡ αμπελος. ̓Αχώρ. τὸ ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ πιτυρῶδες. παρὰ τὸ αχνη, ἀχνὼρ, καὶ ἀποβολῇ τοῦ ˉν ἀχώρ. κλίνεται δὲ ἀχῶρος, ὡς ἰχὼρ ἰχῶρος, τοῦ σεσηπότος αιματος. alpha.362 ̓Αχιλεύσ. κύριον. παρὰ τὸ αγω ἀγιλεὺς καὶ ἀχιλεύς· στρατηγὸς γὰρ ην. η παρὰ τὸ χιλὸς, ο σημαίνει τὴν τροφὴν, χιλεὺς καὶ μετὰ τοῦ στερητικοῦ ˉα ἀχιλεύς· οὐ γὰρ κοινῇ τροφῇ ἐχρᾶτο, ἀλλὰ μυελοὺς ἐλάφων ησθιεν. η παρὰ τὸ αχος ἐμποιεῖν τοῖς ̓Ιλιεῦσιν. (Θηλυκόν.) ̓Αχάνη. μέτρον Περσικόν. ωσπερ καὶ ἡ ἀτάρβη παρ' Αἰγυπτίοις. ἐχώρει δὲ μεδίμνους Ἀττικοὺς ˉν. ̓Αχαΐα. ἡ Πελοπόννησος. ̓Αχαΐνη. ἡ ελαφος. καὶ σκύτος ἀμφιδόρου στικτὸν ἀχαΐνεω. ̓Αχερωΐσ. ἡ λεύκη. ̓Αχηνία. ἀπορία· πενία· πτωχεία. ̓Αχθηδών. βάρος. καὶ κλίνεται ἀχθηδόνος. ̓Αχθεινή. λυπηρά. ἀχθεινὰν δ' ειδε βουκτασίαν. ̓Αχλύσ. σκότος, ὁμίχλη, ζόφος, ἡ αγαν ἀλύουσα καὶ ἀποκρύπτουσα. παρὰ τὸ ἀλύω, τοῦ ˉα ἐπιτατικοῦ οντος. η παρὰ τὸ τὰς οψεις ἡμῶν ὀχλεῖν καὶ λυπεῖν. Αχνη. πᾶσα λεπτότης ὑγροῦ καὶ ξηροῦ. ἐπὶ μὲν ὑγροῦ· -ἀποπτύει δ' ἁλὸς αχνην-. ἐπὶ δὲ ξηροῦ· κρίνει ἐπειγομένων ἀνέμων καρπόν τε καὶ αχνας. παρὰ τὸ εχω ἐχήνη καὶ μετὰ τοῦ στερητικοῦ ˉα ἀεχήνη τὶς ουσα, ἡ μὴ δυναμένη εχεσθαι καὶ κρατεῖσθαι διὰ τὸ λεπτομερές. alpha.363 ̓Αχνύσ. ἡ λύπη. ̓Αχράσ. ειδος ἀπίου, ἡ μηδέποτε ἐν χρείᾳ ουσα. ̓Αχρίνη. βαδυτάτη. ̓Αχρυλίσ. ἡ Φρυγία. ̓Αχυρμιαί. οἱ τόποι, εἰς ους τὰ αχυρα ἀποτίθενται. οἱονεὶ ἀχυριαί τινες ουσαι καὶ πλεονασμῷ τοῦ ˉμ ἀχυρμιαί. ̓Αχαΐα. ἡ ̔Ελλάς. οθεν καὶ ̓Αχαοί. ἐπαρχία δέ τις ἐστὶν ἡ ̓Αχαΐα, ὑφ' ην ην ἡ Κόρινθος. (Οὐδέτερον.) ̓Αχαρέσ. λυπηρὸν, μὴ τερπνόν. ̓Αχανὲς πέλαγοσ. τὸ λίαν κεχηνός. Αχθοσ. βάρος. αχος τί ἐστι καὶ πλεονασμῷ τοῦ ˉθ αχθος. Αχοσ. λύπη, σιωπὴν ἐπιφέρουσα. παρὰ τὸ μὴ διαχεῖσθαι ὑπὸ τῆς ἡδονῆς. η παρὰ τὸ εχω, κατὰ ἀντίφρασιν, ο οὐ θέλει τὶς εχειν. η παρὰ τὸ χῶ, τὸ χωρῶ, γίνεται χὼς καὶ μετὰ τοῦ στερητικοῦ ˉα αχος. η παρὰ τὸ χέω μετὰ τοῦ στερητικοῦ ˉα ἡ μὴ διαχέουσα τὴν ψυχὴν, ἀλλὰ συνέχουσα. Αχραντον. ἀμίαντον· ἀμόλυντον. παρὰ τὸ χραίνω, χρανῶ, χραντὸς καὶ αχραντος. η ἀχέραντον, ου μηδέπω χεὶρ ηψατο. η τὸ μήπω ἐν χρείᾳ γεγονός. Αχρονον φῶσ. ὁ Χριστός. Αχρωμον. ἀναιδές. ην δὲ τὸ εργον αὐτοῦ αχρωμον. καὶ ἀχρώματος. alpha.364 ̓Αχύνετον. πολύχυτον. -ενθα πῦρ μὲν ἀείζωον καὶ ἀχύνετον ετρεσεν υδωρ. Αχαρον. ἡ ἀλλοιωθεῖσα καλάμη. ἀέχαρον τὶ ον, οὐδὲν εχον. ̓Αχώρητον. τὸ πάντα μὲν περιγράφον, ὑπ' οὐδένος δὲ περιγραφόμενον. Αχρονον. τὸ ακτιστον· κτιστὰ γὰρ τὰ ἐν χρόνῳ. ( ̔Ρῆμα.) ̓Αχέων. δυσφορῶν. Αχθεται. λυπεῖται. ̓Αχθεσθήσῃ. λυπηθήσῃ. καὶ ἀχθέσῃ ὁμοίως. Αχθομαι. βαροῦμαι, ἀγανακτῶ. ̓Αχθοφοροῦντασ. βαστάζοντας καὶ φέροντας βάρος. ̓Αχλύσαντοσ. σκοτισθέντος. ̓Αχνύμενοσ. λυπούμενος. εστιν αχος, ἐξ ου γέγονε ῥῆμα ἀχῶ καὶ κατὰ παραγωγὴν ἀχύω καὶ πλεονασμῷ τοῦ ˉν ἀχύνω, ωσπερ δύω δύνω καὶ θύω θύνω, καὶ ἐν ὑπερβιβασμῷ τοῦ ˉν ἀχνύω. ἐκ δὲ τούτου παράγωγον αχνυμι, ὁ παθητικὸς αχνυμαι καὶ ἀχνύμενος. ̓Αχνάσδημι. ἀχῶ ῥῆμα· παράγωγον ἀχάζω, ἀχάζημι, τροπῇ τοῦ ˉζ εἰς ˉδ καὶ ˉς καὶ πλεονασμῷ τοῦ ˉν ἀχνάσδημι. ̓Αχαίνειν. παίζειν. τοῦ Ψελλοῦ· αυθαιμοι οἱ αὐτάδελφοι, ἀχαίνειν δὲ τὸ παίζειν. alpha.365 ( ̓Επίῤῥημα.) ̓Αχαρίστωσ. ανευ χάριτος. καὶ ἀχαρίστως τὸ αὐτό. ̓Αχί. ἀντὶ τοῦ ῥαδίως. Αχρισ. ἀντὶ τοῦ μέχρις, εως, κατὰ ἀποβολὴν τοῦ ˉμ καὶ μετάθεσιν τοῦ ˉε εἰς ˉα. καὶ αχρις ἀντὶ τοῦ καθόλου καὶ διόλου. Ομηρος· ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς αχρις ἀπηλοίησεν-. Τὸ Α μετὰ τοῦ Ψ. ( ̓Αρσενικόν.) ̓Αψάλακτοσ. ἀπαθὴς, ἀτιμώρητος. ψάλακτον γὰρ τὸ αθικτον. ̓Αψήκτῳ κοθόρνῳ. σκληρῷ, ἀμαλάκτῳ. Αψητοσ. ἀνυπότακτος. ̔Αψίκοροσ. ὁ ταχέως εὐμετάβλητος, η ὁ συντόμως κορεννύμενος. Αψυρτοσ. κύριον. καὶ Αψυρτοι, εθνος Σκυθικόν. (Θηλυκόν.) ̓Αψεύδεια. ἡ ἀλήθεια. ̔Αψίσ. ἡ καμάρα, ὁ δεσμὸς καὶ τὸ τοῦ τροχοῦ ἐπικαμπὲς ξύλον. παρὰ τὸ απτω, αψω, ἁψὶς, ἡ ἁπτομένη τῆς γῆς. ̓Αψιμαχία. σύναψις η ἀρχὴ μάχης. ̓Αψιμισία. πρὸς ὀλίγον διαφορά. Αψινθοσ. πόλις Θρᾴκης. ̓Αψινθὶς δὲ ἡ χώρα.