ἐπιβουλῆς. αἱ γὰρ ἄλλαι Θρακῷαι πόλεις καὶ Μακεδονικαὶ πλὴν τινῶν συνετήρουν ἔτι τοῦ πάθους αὑτὰς ἔξω, καὶ παρὰ βασιλέως ἐπαγγελίας ἐγγράφους καὶ παραγγελίας προσέμενον ἐπὶ καταστροφῇ τῶν ἀποστατῶν, διὰ τὸ καὶ τὸν Βρυέννιον ἔτι μακρόθεν καθεστάναι τῆς τοῦ Ἀδριανοῦ. ἦν δὲ τῷ βασιλεῖ καὶ στρατὸς ἰδιαίτατος, ἀπὸ συγκλύδων ἀνδρῶν ἀθροισθείς, καὶ τῇ γυμνασίᾳ προσλαβὼν τὸ εὐδόκιμον, οὓς καὶ ἀθανάτους ὁ βασιλεὺς οὗτος ὠνόμασε. καὶ διὰ πάντων εὐχερῶς εἶχεν ἐπιθέσθαι τοῖς γε ἐν τῇ Ἀδριανουπόλει χωρὶς τοῦ προσδοκωμένου ἡγεμόνος καθυλακτοῦσι, καὶ ἢ τρέψασθαι τούτους καὶ εἰς ἀσφάλειαν ἑαυτῷ περιστῆσαι τὰ πράγματα, ἢ τάς γε λοιπὰς πόλεις εἰς τὴν ἑαυτοῦ κατοχυρώσασθαι πίστιν, καὶ ἀντίξουν ἔχειν ἐν τῇ ἑσπέρᾳ κατὰ τῶν ἐναντίων βοήθημα. ὃ δὲ ἀνοίᾳ καὶ ἀμελείᾳ καὶ τὸ κατασκευαζόμενον διὰ πολλῶν ἡμερῶν ἐγγύθεν αὐτοῦ ἠγνόησεν ἀπειροκάλως σκαιώρημα (τριῶν γὰρ ἡμερῶν οὐ πόρρω τῆς πόλεως ἡ Ἀδριανούπολις ἀπέχει διάστημα), καὶ μετὰ τὸ γνῶναι ἀναπεπταμένως καὶ μετ' εὐθείας διατεθεὶς τοὺς ἐναντίους ἰσχυροὺς ἀπειργάσατο, ὡς εἶναι τὰ πλείω τῶν τοὺς 244 ἐχθροὺς ἐπαιρόντων καὶ μεγαλυνόντων εἰς ὕψος ἐξ ἀμελείας καὶ ὑστερήσεως τῶν ἀντιτεταγμένων αὐτοῖς, καθὰ προδιείληπται. εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, δι' ἑτέρων καμάτων καὶ ἀντιπαρατάξεων ἑτέρων τὴν βασιλείαν ὁ παντέφορος ὀφθαλμὸς ἀξίῳ ταύτης ἐπραγματεύετο. Ἔγωγε οὖν ἐν τῇ Ῥαιδεστῷ τηνικαῦτα παρατυχών, ἐπὶ σκέψιν ἐκεῖσε καταλαβὼν τῶν κτημάτων μου, τὰς μὲν γινομένας φήμας ἀκοῇ παρελάμβανον, ἠπίστουν δὲ τοῖς λεγομένοις, ὅτι διὰ πολλῶν ἡμερῶν ἐφημίζοντο, συμβάλλων καθ' ἑαυτὸν ὅτι, ἐπείπερ ἡ Ῥαιδεστὸς τοσοῦτον ἀπέχει διάστημα τῆς Ἀδριανουπόλεως ὅσον ταύτης ἡ μεγαλόπολις, πάντως ἂν, εἰ ἀληθὲς ἐτύγχανε τὸ θρυλλούμενον, ἐμεμαθήκει ἂν ὁ βασιλεὺς τοῦτο καὶ ταχέως ἐποιήσατο τὴν διόρθωσιν, πανταχοῦ γραμμάτων βασιλικῶν ἐπιφοιτώντων ταῖς πόλεσι. καὶ κατὰ τοῦτο ἔμενον ἀτρεμής, εἶτα καὶ θαρρῶν τῇ πίστει τῶν ἐν τῇ Ῥαιδεστῷ πολιτῶν ὡς φυλαττούσῃ τοῖς βασιλεῦσι τὰ τῆς εὐγνωμοσύνης ἐνέχυρα. ἔλαθον δὲ περιπεσὼν ἀπροόπτως διὰ τῶν εἰκότων συλλογισμῶν, μικροῦ δεῖν, μεγίστῳ τινὶ παραπτώματι. γυνὴ γάρ τις ἐν τῇ Ῥαιδεστῷ τὰ πρῶτα φέρειν κατὰ πάντων σπουδάζουσα, συγγένειαν ἐκ τοῦ ἀνδρὸς πρὸς τὸν Βρυέννιον τοῦτον συνάπτουσα, λαθραίως πολλοὺς ὑπέσυρε τῶν Ῥαιδεστηνῶν, δώροις τούτους καὶ ὑποσχέσεσιν ὡς ἑαυτὴν μεταθέσθαι συμπείσασα καὶ συνωμοσίαν ἐξ ἰδιοχεί 245 ρων καὶ ὅρκων συστήσασθαι. ὅτε δὲ τὸ ἔργον τῆς συνωμοσίας ἐπλήρωσε, καὶ εἰς τὸ αὔριον ἀναγορεῦσαι τὸν Βρυέννιον τὰ τῶν συναραμένων αὐτῇ διεσκέψαντο, εἷς τούτων χάριτας ἐκ τινῶν προηγησαμένων χρηστῶν ὁμολογεῖν ἔχων μοι προσῆλθεν ἀωρὶ τῶν νυκτῶν, καὶ τὴν ἐπιβουλὴν ὑπεσήμανεν. αὐτὸς δὲ πολλὰ δυσχεράνας, καὶ πολὺν ὀνειδισμὸν τούτων καὶ μυκτῆρα καταχεάμενος ὡς καταπροδόντων τὴν ἑαυτῶν σωτηρίαν καὶ τὸ τῆς πίστεως σύμβολον, ἀνυπονοήτως μὲν αὐτὸν καὶ μετ' ἐπιεικείας ἀπεπεμψάμην, μελετήσας δὲ παραυτίκα τὴν πόλιν ταύτην καὶ τὴν ἐπιβουλὴν ἐκφυγεῖν, ὥρμησα μέν, ὡς εἶχον ἡμιόνων καὶ ἵππων καὶ ἀνθρώπων καὶ τῆς ἄλλης παρασκευῆς, ἐκ ταύτης ἀποφοιτῆσαι σπουδαίως κατὰ τὸ λεληθός, οὐ μὴν ἠδυνήθην διὰ τὸ προκατασφαλισθῆναι τὰς πύλας τῆς πόλεως μοχλοῖς σιδηροῖς καὶ ὁπλίταις παρὰ τῆς τοῦ Βατάτζη γυναικός, ἣν ὁ ἀνωτέρω λόγος ἐδήλωσεν, ἕως δι' ἀπειλῶν πολλῶν καὶ μηνυμάτων κατασείσας αὐτήν, ὅτι πρὸς πόλεμον αὐτῇ συρραγήσομαι, τῆς ἡμέρας ἐπιφοιτώσης συνεχωρήθην τὴν ἔξοδον, τὸ ἄδηλον φοβηθείσης μετὰ τῶν ταύτης υἱέων τῆς τοῦ πολέμου ἐκβάσεως. ἐξῆλθον οὖν ἐκεῖθεν, καὶ τῆς εἰς τὴν βασιλίδα φερούσης ἁψάμενος πάντα τὰ ἔμπροσθεν εὗρον γαλήνης μεστά, καὶ τοὺς τοῦ βασιλέως στρατιώτας διεσκεδασμένους εἰς παραχειμασίαν ταῖς