ἀνάλογον τῷ «Νῦν ἡ ψυχή μου τετάρακται» τὸ «τὸ πνεῦμα τοῦ Ἰησοῦ τετά «ρακται», ἢ ἀνάλογον τῷ «Ἐταράχθη τῷ πνεύματι» τὸ «Νῦν ἡ «ψυχή μου τετάρακται»; καὶ ταῦτα ζητεῖν ἐτόλμησα μετρίως, τηρή σας ἐν πάσῃ τῇ γραφῇ διαφορὰν ψυχῆς καὶ πνεύματος καὶ μέσον μέν τι θεωρῶν εἶναι τὴν ψυχὴν καὶ ἐπιδεχομένην ἀρετὴν καὶ κακίαν, ἀνεπίδεκτον δὲ τῶν χειρόνων τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· τὰ γὰρ κάλλιστα καρποὶ λέγονται εἶναι τοῦ πνεύματος, οὐχ ὡς ἂν 32.18.219 οἰηθείη τις, τοῦ ἁγίου, ἀλλὰ τοῦ ἀνθρωπίνου. πρὸς ἀντιδιαστολὴν γὰρ τούτου φανερὰ λέγεται εἶναι τὰ ἔργα τῆς σαρκός, πάντα ψεκτὰ 32.18.220 τυγχάνοντα, ἐπεὶ μηδὲν ἔργον σαρκὸς ἐπαινετόν. ἅπαξ δὲ μέχρι τοῦ δεῦρο εὗρον πνεῦμα φαύλου σκληρύνεσθαι λεγόμενον ὑπὸ κυρίου 32.18.221 τοῦ θεοῦ. γέγραπται γὰρ οὕτως ἐν τῷ ∆ευτερονομίῳ· «Καὶ οὐκ «ἠθέλησεν Σηὼν βασιλεὺς Ἐσσεβῶν παρελθεῖν ἡμᾶς δι' αὐτοῦ, ὅτι «ἐσκλήρυνεν κύριος ὁ θεὸς τὸ πνεῦμα αὐτοῦ, καὶ κατίσχυσεν καρδίαν «αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ». 32.18.222 ἀλλὰ τὰ περὶ μὲν τούτου οἰκειότερον ἐν τοῖς εἰς τὸ ∆ευτερονόμιον 32.18.223 ἐξετασθείη ἄν. νῦν δὲ πρόκειται λέγειν πῶς τὰ προειρημένα «Εἰπὼν «ὁ Ἰησοῦς ἐταράχθη» οὐ τὴν ψυχὴν οὐδὲ τῇ ψυχῇ, ἀλλ' οὐδὲ τοῦ πνεύματος, ἀλλὰ «τῷ πνεύματι». ἵν' οὖν τὸ περὶ τοῦ πνεύματος παρατήρημα μὴ διαπίπτῃ, λεκτέον ὅτι ἐν μὲν τῷ «Νῦν ἡ ψυχή μου «τετάρακται» τὸ τῆς ταραχῆς πάθος ψυχῆς ἦν, ἐν δὲ τῷ «Ἐταράχθη «τῷ πνεύματι ὁ Ἰησοῦς», ὅπερ ἐστὶν τὸ ἀνθρώπινον, τὸ πάθος ἦν 32.18.224 ἐρχόμενον τῇ ἐπικρατείᾳ τοῦ πνεύματος. ὡς γὰρ ὁ ἅγιος ζῇ πνεύ ματι, προκατάρχοντι τῶν ἐν τῷ ζῆν καὶ πάσης πράξεως καὶ εὐχῆς καὶ τοῦ πρὸς θεὸν ὕμνου, οὕτως πᾶν ὅ τί ποτ' ἂν ποιῇ, ποιεῖ 32.18.225 πνεύματι, ἀλλὰ κἂν πάσχῃ, πάσχει πνεύματι. εἰ δὲ ὁ ἅγιος, πόσῳ μᾶλλον ταῦτα λεκτέον περὶ τοῦ τῶν ἁγίων ἀρχηγοῦ Ἰησοῦ, οὗ τὸ πνεῦμα τοῦ ἀνθρώπου, ἐν τῷ ἀνειληφέναι αὐτὸν ὅλον ἄνθρωπον, 32.18.226 τὸ ἐν αὐτῷ διέσεισεν τὰ λοιπὰ ἐν αὐτῷ ἀνθρώπινα; καὶ οὕτως «ἐταράχθη τῷ πνεύματι», ἵνα μαρτυρήσῃ καὶ ἵνα εἴπῃ μετὰ τοῦ θείου οἱονεὶ ὅρκου τοῦ ἀμὴν τὸ «Λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παρα 32.18.227 «δώσει με». τοῦ γὰρ πνεύματος, οἶμαι, θεωρήσαντος τὸ ἤδη ἀπὸ τοῦ διαβόλου βεβλημένον εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἵνα τὸν διδάσκαλον παραδῷ, φωτισθεὶς εἰς τὸ ἐσόμενον ἐταράχθη· καὶ ἐπεὶ ἡ ταραχὴ ἀπὸ τῆς ἐν πνεύματι γνώσεως γεγένηται, ὃ καὶ ἐν ταραχῇ ἐγένετο, «Ἰησοῦς, εἴρηται, ἐταράχθη τῷ πνεύματι». 32.18.228 τάχα δὲ καὶ κατὰ μίαν ἐκδοχὴν τὴν «Ἡ σὰρξ ἀσθενής» καὶ ἡ σὰρξ τετάρακται· ταῦτα δ' ἦν ὁ Ἰησοῦς, περὶ οὗ ὑπὸ τοῦ Γαβριὴλ πρὸς τὴν Μαρίαν εἴρηται τὸ «Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρί, καὶ καλέσεις «τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κλη «θήσεται». 32.18.229 Σημείωσαι δὲ τίνα τρόπον ἐν τοῖς ἐξεταζομένοις τὸ ἐμαρτύ 32.18.230 ρησεν ἀναφέρεται <εἰς> τὸ «Εἷς ἐξ ὑμῶν παραδώσει με». καὶ τοῦτο γὰρ λεγόμενον καὶ προφητευόμενον τοῖς μαθηταῖς περὶ Ἰούδα, τοῦ ἑνὸς ἐξ αὐτῶν, μαρτυρία ἦν ὁμώνυμος, οἶμαι, τῷ παρὰ τὸ μαρ 32.18.231 τυρεῖν καὶ ἀποθνήσκειν ὑπὲρ θεοσεβείας σημαινομένῳ. οὐ γὰρ ταὐτὰ νομίζω σημαίνεσθαι ἐν τῷ «Ἐμαρτύρησεν», ὅτε δηλοῦται τὸ ῥῆμα, παρ' ὃ ὁ μάρτυς ἐσχημάτισται τοῦ θεοῦ καὶ τοῦ χριστοῦ αὐτοῦ, 32.18.232 καὶ νῦν ὅτε ἀναφέρεται ἐπὶ τὸ «Εἷς ἐξ ὑμῶν παραδώσει με». ἔτι κατὰ δύναμιν ἐγὼ ἐφίστημι καὶ τῷ «Εἷς ἐξ ὑμῶν», ἀναφερομένῳ ἐπὶ τὸν Ἰούδαν, μήποτε ἐμφαίνει τὸ ἀπὸ τάξεως ἀποστολικῆς, ἐν ᾗ καὶ αὐτὸς ὕψω<ται> τῷ διάθεσίν ποτε παραπλησίαν τοῖς λοιποῖς 32.18.233 ἀποστόλοις ἔχειν αὐτόν, ἀποπεπτωκέναι. οὕτως γὰρ ἐγὼ ἤκουσα καὶ τοῦ «Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν», ἐπεὶ μηδὲ ἐκεῖ εἴρηται· «ὡς ἡμεῖς» ἢ «ὡς ἐγώ», ἀλλὰ διὰ τὸν ἕνα ἐκπεσόντα τῆς μα καριότητος, τὸ «Ὡς εἷς ἐξ ἡμῶν»· <τὸ δὲ> «Ὡς εἷς» συνᾴδειν μοι δοκεῖ καὶ μετὰ τοῦ «Ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε», τῷ «Καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε». πλειόνων γὰρ ἀρχόντων γενομένων, εἷς πέπτωκεν, ᾧ παραπλησίως