μὲν γὰρ τῷ νόμῳ πρόσταξις ἦν, ἐκταγῆναι καὶ πόλεις «φυγαδευτηρίους,» ὑπὲρ τοῦ τοὺς ζητουμένους εἰς θάνατον ὅπως δήποτε δύνασθαι διασώζεσθαι. Ἐπὶ δὲ συντελείᾳ τῶν αἰώνων παραγενόμενος αὐτὸς ὁ τῷ Μωϋσεῖ λαλήσας Λόγος τοῦ Πατρὸς πάλιν ἐντολὴν ταύτην δίδωσι, λέγων, «Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν.» Καὶ μετ' ὀλίγα φησὶν, «Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ ∆ανιὴλ τοῦ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ, (ὁ ἀναγινώσκων νοείτω), τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· ὁ ἐπὶ τοῦ δώματος μὴ καταβήτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ· ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ἆραι τὰ ἱμάτια αὐτοῦ.» Ταῦτα γὰρ εἰδότες οἱ ἅγιοι τοιαύτην εἶχον τῆς πολιτείας ἀγωγήν· ἃ γὰρ νῦν προσέταξεν ὁ Κύριος, ταῦτα καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας ἐν τοῖς ἁγίοις ἐλάλει. Καὶ ἔστιν οὗτος ὅρος ἀνθρώποις εἰς τελειότητα φέρων, ὃ δ' ἂν ὁ Θεὸς προστάξῃ, τοῦτο ποιεῖν. ∆ιὰ τοῦτο καὶ αὐτὸς ὁ Λόγος, δι' ἡμᾶς γενόμενος ἄνθρωπος, κατηξίωσε ζητούμενος ὡς ἡμεῖς «κρυβῆναι,» καὶ πάλιν διωκόμενος φεύγειν, καὶ τὴν ἐπιβουλὴν ἐκκλῖναι. Ἔπρεπε γὰρ αὐτὸν, ὡς ἐκ τοῦ πεινῆν καὶ διψῆν, καὶ τοῦτο παθεῖν, οὕτω καὶ ἐκ τούτου δεικνύειν ἑαυτὸν ἐνανθρωπήσαντα. Ἐξ ἀρχῆς μὲν ἅμα τῷ γενέσθαι ἄνθρωπος, ὅτε παιδίον ἦν, αὐτὸς διὰ τοῦ ἀγγέλου ἐνετείλατο τῷ Ἰωσὴφ, «Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον· μέλλει γὰρ Ἡρώδης ζητεῖν τὴν ψυχὴν τοῦ παιδίου.» Καὶ ἀποθανόντος δὲ Ἡρώδου, φαίνεται δι' Ἀρχέλαον τὸν υἱὸν αὐτοῦ ἀναχωρῶν εἰς τὴν Ναζαρέτ. Ὅτε δὲ λοιπὸν καὶ Θεὸν ἑαυτὸν ἐδείκνυε, καὶ τὴν ξηρὰν χεῖρα πεποίηκεν ὑγιῆ, «οἱ μὲν Φαρισαῖοι ἐξελθόντες συμβούλιον ἐποίουν κατ' αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν· ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν.» Καὶ γὰρ καὶ ὅτε τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν, «ἀπ' ἐκείνης,» φησὶ, «τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν· ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις· ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου.» Εἶτα λέγοντος τοῦ Σωτῆρος, «Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι,» οἱ μὲν Ἰουδαῖοι ἔλαβον λίθους ἵνα βάλωσιν ἐπ' αὐτόν· ὁ δὲ Ἰησοῦς ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ· καὶ «διελθὼν διὰ μέσου αὐτῶν "ἐπορεύετο" καὶ παρῆγεν οὕτως.» Ἆρα ταῦτα βλέποντες, μᾶλλον δὲ κατανοοῦντες, ἐπεὶ «μὴ βλέπουσι» κατὰ τὸ γεγραμμένον, οὐ θέλουσι «γενέσθαι πυρίκαυστοι,» ὅτι ἐναντία ὧν ὁ Κύριος ποιεῖ καὶ διδάσκει, βουλεύονται καὶ φθέγγονται; Καὶ γὰρ ὅτε Ἰωάννης μεμαρτύρηκε, καὶ «οἱ μαθηταὶ τὸ σῶμα ἔθαψαν, ἀκούσας ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ' ἰδίαν.» Ὁ μὲν οὖν Κύριος ἐποίει ταῦτα, καὶ οὕτως ἐδίδασκεν. Εἴθε δὲ οὗτοι κἂν οὕτως αἰσχυνθῶσι, καὶ μέχρι τῶν ἀνθρώπων στήσωσιν ἑαυτῶν τὴν προπέτειαν, καὶ μὴ πλέον μανέντες ἐγκαλέσωσι καὶ τῷ Σωτῆρι «δειλίαν,» ἅπαξ κατ' αὐτοῦ βλασφημεῖν μελετήσαντες. Ἀλλ' οὔτε μαινομένων αὐτῶν τις ἀνέξεται· μᾶλλον δὲ καὶ τὰ εὐαγγέλια μὴ νοοῦντες ἐλεγχθήσονται. Ἔστι γὰρ ἡ πρόφασις τῆς τοιαύτης ἀναχωρήσεως καὶ φυγῆς εὔλογος καὶ ἀληθής· ἣν ἐπὶ μὲν τοῦ Σωτῆρος οἱ εὐαγγελισταὶ κειμένην ἀπεμνημόνευσαν· δεῖ δὲ ἡμᾶς ἐκ τούτου ἐπὶ πάντων τῶν ἁγίων τὴν αὐτὴν λογίζεσθαι. Ἃ γὰρ ἐπὶ τοῦ Σωτῆρος ἀνθρωπίνως γέγραπται, ταῦτα τῷ κοινῷ γένει τῶν ἀνθρώπων ἀναφέρεσθαι προσήκει. Τὰ γὰρ ἡμῶν ἐκεῖνος ἀνεδέξατο, καὶ τὰ τῆς ἡμετέρας ἀσθενείας πάθη ἐνεδείκνυτο· ἅπερ ὁ Ἰωάννης ἔγραφεν οὕτως· «Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.» Καὶ γὰρ καὶ πρὸ τοῦ ταύτην ἐλθεῖν, ἔλεγεν αὐτὸς τῇ μὲν μητρὶ, «Οὔπω ἦλθεν ἡ ὥρα μοῦ·» τοῖς δὲ χρηματίσασιν ἀδελφοῖς αὐτοῦ, «Ὁ ἐμὸς καιρὸς οὔπω πάρεστι.» Πάλιν τε ἐλθόντος τοῦ καιροῦ, ἔλεγε τοῖς μαθηταῖς, «Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοῦ γὰρ, ἤγγικεν ἡ ὥρα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς χεῖρας ἁμαρτωλῶν.» .... Οὔτε δὲ πρὸ τοῦ τὸν χρόνον ἐλθεῖν ἤφιεν ἑαυτὸν κρατεῖσθαι, οὔτε τοῦ καιροῦ παρόντος ἐκρύπτετο· ἀλλὰ καὶ