1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

87

Σωτὴρ ὁ ἡμέτερος οὐ μόνον τὴν ἀκόλαστον πρᾶξιν, ἀλλὰ καὶ τὴν ὄψιν τὴν τοιαύτην κολάζει· "Ὁ ἐμβλέψας" γὰρ ἔφη "γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ." 9.58 Καὶ ὁ μὲν ἀδεῶς καὶ ταῖς ἀλλοτρίαις κοινωνεῖν ἐνομοθέτησε γυναιξίν· ὁ δὲ τῆς φύσεως ποιητής, ἐπειδὴ καὶ δημιουργῶν τῶν ἀνθρώπων τὴν φύσιν ἕνα ἐξ ἀρχῆς ἄνδρα καὶ μίαν γυναῖκα διέπλασε, καὶ τὸ διαλύειν ἀπαγορεύει τὸν γάμον, μίαν δὲ μόνην ἀφορμὴν διαλύσεως ἔδωκε, τὴν ἀληθῶς διασπῶσαν τὴν ζεύγλην· "Πᾶς" γάρ φησιν "ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ὁ ἀπολελυμένην 9.59 γαμῶν μοιχᾶται." ∆ιὰ δὲ τούτων πάντα φέρειν κελεύει τὰ τῆς γυναικὸς ἐλαττώματα, κἂν λάλος ᾖ, κἂν μέθυσος, κἂν εἰς λοιδο ρίαν προχειροτάτη· εἰ δὲ τοῦ γάμου παραλύσει τοὺς νόμους καὶ πρὸς ἕτερον ἴδοι, τηνικαῦτα λύειν κελεύει τὴν ζεύγλην. Τοιαῦτα 9.60 δὲ πάλιν καὶ διὰ τοῦ σκυτοτόμου νενομοθέτηκε· καὶ Κορινθίοις ἐπιστέλλων ἐκεῖνος πᾶσιν ἀνθρώποις τοὺς νόμους προσήνεγκεν· "Καλὸν" γὰρ ἔφη "γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω." Ὁρᾶτε, ὅσον τῶν τοῦ φιλοσόφου καὶ τῶν τοῦ σκυτοτό μου νόμων ἐστὶ τὸ διάφορον; Οὗτος μὲν γὰρ καὶ ἑκάστῃ γυναικὶ τὸν ἴδιον ἄνδρα ἔχειν καὶ ἑκάστῳ ἀνδρὶ τὴν ἰδίαν γυναῖκα προσέταξεν· ἐκεῖνος δὲ τῶν ἀνδρῶν ἁπάντων ἁπάσας εἶναι τὰς γυναῖκας κοινάς. 9.61 Καὶ περὶ ἐγκρατείας δὲ νόμους τιθείς, οὔτε τῇ γυναικὶ ξυγχωρεῖ τὴν τοῦ ἀνδρὸς ὁμιλίαν φυγεῖν, ἐκείνου τοῦτο μὴ στέργοντος, οὔτε τὸν ἄνδρα, μὴ ξυμφωνούσης τῆς γυναικός· "Ἡ γυνὴ" γάρ φησι "τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή· μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου." Στέρεσθαι γὰρ ὑπολαμβάνει τῆς ἐξουσίας ὁ παρὰ γνώμην μετιὼν τὴν 9.62 ἐγκράτειαν. Εἶτα κατ' ὀλίγον ἐπὶ τὰ τέλεια ποδηγῶν ἐπήγαγεν· "Πρὸς καιρόν, ἵνα σχολάσητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε." Οὕτω δὲ μετρήσας τῇ φύσει τοὺς νόμους, λέγει καὶ τὴν αἰτίαν· "Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς." Καὶ διδάσκων, ὡς παρ' ἡμῶν ἐκεῖνος λαμβάνει τὰς 9.63 ἀφορμάς, ἐπήγαγεν· "∆ιὰ τὴν ἀκρασίαν ὑμῶν." Καὶ περὶ ἀγαμίας δὲ οὐ νόμους, ἀλλὰ παραινέσεις εἰσενεγκών, ἔδειξε καὶ τῆς ἀγαμίας τὸ χρήσιμον· "Ὁ ἄγαμος" γὰρ ἔφη "μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσῃ τῷ Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί." Ταὐτὰ δὲ καὶ περὶ γυναι κῶν ἔφη, διδάσκων, ὡς ἡ παρθενία προξενεῖ βίον φροντίδων ἐλεύθερον. 9.64 Θαυμάσατε, ὦ ἄνδρες, τοῦ σκυτοτόμου τὴν γλῶτταν καὶ τὸν διὰ ταύτης φθεγξάμενον προσκυνήσατε. Εἰ δὲ βούλεσθε, καὶ τοὺς φονικοὺς καταμάθετε νόμους. Ὁ μὲν γὰρ φιλόσοφος οὐδὲ τὸν ἀπεκτονότα πατέρα τὴν ἴσην ὑποσχεῖν τιμωρίαν ἐκέλευσεν, ὁ δὲ Σωτὴρ ὁ ἡμέτερος καὶ λοιδορίαν κολάζει παρὰ καιρὸν γινομένην καὶ θυμὸν ἀδίκως κινούμενον· "Πᾶς" γὰρ ἔφη "ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ' ἂν εἴπῃ ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ' ἂν εἴπῃ μωρέ, ἔνοχος ἔσται εἰς 9.65 τὴν γέενναν τοῦ πυρός." Καὶ λόγων δὲ ἀργῶν εὐθύνας ἀπαιτήσειν ἠπείλησεν. Καὶ οὐ μόνον τοὺς φίλους εὐεργετεῖν, ἀλλὰ καὶ τοὺς ἐχθροὺς ἐκέλευσεν εὖ ποιεῖν· "Ἀγαπᾶτε" γὰρ ἔφη "τοὺς ἐχθροὺς ὑμῶν καὶ εὔχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς." Εἶτα καὶ δείκνυσιν ἆθλον τὴν τῶν ἀγωνιζομένων ὑπερβαῖνον ἀξίαν· ἔφη γάρ· "Ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς· ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ 9.66 βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους." Καὶ περὶ ὅρκων δὲ νόμους τιθείς, καὶ αὐτοὺς ἀπαγορεύει τοὺς ὅρκους, ἀποχρῆν λέγων τὸ "ναὶ" καὶ τὸ "οὒ" πρὸς τὴν τῶν λεγομένων βεβαίωσιν. Καὶ τὸν ἀκτήμονα δὲ βίον τελειότατον ἔφη· "Ὃς γὰρ ἄν" φησι "μὴ ἀποτάξηται πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, οὐ δύναταί μου εἶναι μαθητής." Ἀλλ' ὅμως καὶ οὕτως ἀκριβῆ πολιτείαν νομο θετῶν, οὐδέν τι τερπνὸν κατὰ τόνδε τὸν βίον ἢ θυμῆρες δώσειν ὑπέσχετο, ἀλλὰ πενίαν καὶ ταλαιπωρίαν καὶ λοιδορίας