87
οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι. Ἀπήγγειλα καὶ ἐλάλησα, ἐπλη θύνθησαν ὑπὲρ ἀριθμόν." Νικᾷ, φησὶν, ἀριθμὸν καὶ πᾶσαν διήγησιν τὰ ὑπὸ τῆς σῆς δυνάμεως γενό μενα θαύματα. Οὐ γάρ ἐστιν ὁ τὰ ὅμοιά σοι δράσαι δυνάμενος· μέγιστα μὲν γὰρ καὶ περικαλλῆ σου τὰ ποιήματα· νικᾷ δὲ τοὺς ἀνθρωπίνους ἐπαίνους τὰ καθ' ἕκαστον καιρὸν ὑπὸ τῆς σῆς προμηθείας οἰκονομούμενα, τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐρήμῳ τὰ ἐπὶ Μωσοῦ, τὰ ἐπὶ Ἰησοῦ, τὰ ἐπὶ Σαμουὴλ, καὶ τὰ τούτων πρεσβύτερα, τὰ κατὰ τὸν Ἀβραὰμ, τὰ κατὰ τὸν Ἰσαὰκ, τὰ κατὰ τὸν Ἰακὼβ, ἡ διὰ δουλείας τοῦ Ἰωσὴφ βασιλεία, καὶ τὰ ἄλλα, ἵνα μὴ καθ' ἕκαστον διεξέρχωμαι. Ἀλλὰ τὸ νῦν γεγενημέ νον τούτων ἁπάντων θαυμασιώτερον. Οὐδὲ γὰρ ἑνὸς ἀνδρὸς, ἢ ἑνὸς ἔθνους, ἀλλὰ τῶν ἐθνῶν ἁπάν των πραγματεύῃ τὴν σωτηρίαν, καὶ, τὴν νομικὴν λατρείαν καταπαύσας, τῇ τῶν Ἰουδαίων ἀσθενείᾳ συμβαίνουσαν, τὴν καινὴν ἔδωκας χάριν, τὴν λογι κὴν λατρείαν νομοθετοῦσαν. ζʹ, ηʹ. "Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας. Τότε εἶπον, Ἰδοὺ ἥκω." Τούτοις ἡ ἀποστολικὴ συνᾴδει παραίνεσις· "Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν. Ἀντὶ γὰρ τῶν νομικῶν ἱερείων τὰ ἡμέτερα μέλη καθιεροῦν ὁ ∆εσπότης προσέταξε. Ταύτην δέ σου, φησὶ, τὴν χάριν ἰδὼν, ἐμαυτόν σοι προσήγαγον, λέγων, Ἰδοὺ πάρειμι. Ταύτην μέντοι τὴν φωνὴν ὁ μακάριος λαμβάνει Παῦλος εἰς τὸν ∆εσπότην Χρι στὸν, καὶ μάλα εἰκότως. Τῆς γὰρ ἡμετέρας φύσεώς ἐστιν ἀπαρχὴ, καὶ πρώτῳ πρέπει τὰ ἡμέτερα λέγειν, καὶ ἐν αὐτῷ προτυποῦν ἃ παρ' ἡμῶν προσ ήκει γενέσθαι. Οὕτω πρῶτος τῷ βαπτίσματι προσ ελήλυθεν, ἡμῖν ὑποδεικνὺς τὴν τοῦ βαπτίσματος χάριν· οὕτως ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, ταπει νοφροσύνης ἡμῖν ἀρχέτυπον προτιθείς. ∆ιὰ τοῦτο πρὸς τὸν Ἰωάννην ἔφη· "Ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην." Ἁρμόττει τοίνυν αὐτῷ καὶ τὰ ἡμέτερα λέγειν, ὡς 80.1157 κεφαλῇ σώματος, ὡς πολλῶν ἀδελφῶν πρωτοτόκῳ κατὰ τὴν σάρκα. "Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ." Ἄνωθεν, φησὶν, ἐν ταῖς προφητικαῖς βίβλοις ταῦτα περὶ ἐμοῦ προηγόρευται. Τὴν κεφαλίδα, εἴλημα εἰρήκασιν Ἀκύλας καὶ Σύμμα χος· οὕτω δὲ τὰς θείας Γραφὰς μέχρι καὶ τήμε ρον Ἰουδαῖοι κατασκευάζειν εἰώθασι. θʹ. "Τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ Θεός μου, ἠβουλήθην· καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοι λίας μου." Προσελθών σοι, φησὶ, πᾶσαν ἔχω σπουδὴν τὰς σὰς πληροῦν ἐντολὰς, καὶ κατὰ τὸ σὸν πολιτεύεσθαι θέλημα. Τὸ δὲ, ἐν μέσῳ τῆς κοιλίας μου, ἐκ μεταφορᾶς εἴρηκε τῶν εὖ περί τινα διακει μένων, καὶ ἔνδον ἐφιεμένων ἐμβαλεῖν τὸν ποθού μενον. Ταῦτα δὲ οὔτε τῷ Ἱερεμίᾳ, οὔτε τῷ ∆ανιὴλ, οὔτε τῷ μακαρίῳ ἁρμόττει ∆αβίδ. Τοῦ νόμου γὰρ κρατοῦντος, ὁλοκαυτώματα καὶ θυσίαι προσ εφέροντο τῷ Θεῷ. Ὁ δὲ προφητικὸς λόγος, ἐκβαλὼν πάντα τὰ τοιαῦτα, τὴν λογικὴν θυσίαν ὑπέδειξεν. Οὗ δὴ χάριν, τυπικῶς ἔφην ἁρμόττειν τῷ ∆αβὶδ τὸν ψαλμόν· ἐπειδὴ κἀκεῖνος προφητικῶς προεώρα τὰ μέλλοντα, καὶ κατ' ἐκεῖνα ζῇν ἐπεθύμει· ἀλη θῶς δὲ τοῖς τῆς σωτηρίας ἀξιωθεῖσιν ἔθνεσι, καὶ τῆς πλάνης ἀπαλλαγεῖσιν. ιʹ, ιαʹ. "Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· Κύριε, σὺ ἔγνως. Τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου, τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα. Οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς." Καὶ ὁ μακάριος ∆αβὶδ ὑπισχνεῖται ἐν ἐκκλησίᾳ μεγάλη, τῇ κατὰ πᾶσαν τὴν οἰκουμένην ὑπὸ τῆς θείας χάριτος συλ λεγείσῃ, τὴν τοῦ Θεοῦ δικαιοσύνην κηρύττειν, καὶ τὴν τῆς προφητείας ἀλήθειαν, καὶ τὴν ἀξιάγαστον σωτηρίαν, καὶ τὸν ἀμέτρητον ἔλεον· καὶ αὕτη ἡ σεσωσμένη φύσις ταύτην ὑπὲρ τῆς σωτηρίας ὑπι σχνεῖται τὴν ἀντίδοσιν δώσειν, τὸ συντρέχειν εἰς ἐκκλησίαν, καὶ τὰ χείλη κινεῖν εἰς ὑμνῳδίαν, καὶ τοῦ Θεοῦ τὴν δικαίαν κρίσιν ἀνακηρύττειν, καὶ τὴν ἄῤῥητον διεξιέναι κηδεμονίαν, καὶ τῶν προφητικῶν ὑποσχέσεων ὑποδεικνῦναι τὸ ἀληθές. Τὸ δὲ, "ἀπὸ