87
ὑμῖν ζητεῖν ἑτέρους Χριστούς, οἷς οὗτος ἂν εἴη ὁμοούσιος· ἐπεὶ μὴ οἷόν τε μονοπρόσωπον φύσιν γνωρίζεσθαι. εἰ δὲ οὐχ εὑρίσκοιτε, τοῖς ἰδίοις προβλήμασιν ἑαλωκότες, τῷ κενῷ ἀναπλασμῷ οὐ Χριστὸν εἶναι ὅλως δοξάζοιτε. τ71-380 {1ΑΡΧΗ ΤΟΥ ΠΡΩΤΟΥ ΒΙΒΛΙΟΥ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΘΕΟ∆ΩΡΟΥ ΗΓΟΥΜΕΝΟΥ ΤΩΝ ΣΤΟΥ∆ΙΟΥ ΕΠΙΣΤΟΛΑΙ ∆ΙΑΦΟΡΟΙ ΕΞΟΡΙΑΣ ΤΡΙΤΗΣ 71 Τῇ εἰκονομαχικῇ συνόδῳ ὡς ἐκ προσώπου πάντων τῶν ἡγουμένων}1 Νόμοις θείοις καὶ κανονικοῖς θεσπίσμασιν ἑπόμενοι τοῦ μὴ δεῖν παρὰ τὴν τοῦ οἰκείου ἐπισκόπου γνώμην πράττειν τι ἢ λέγειν τῶν ὅσα εἰς ἐκκλησιαστικὴν φέρει εὐταξίαν, πολλοῦ γε εἰπεῖν εἰς δογματικὴν ἐξέλκει συζήτησιν, τούτου χάριν τῆς ὑμετέρας ἐξουσίας ἅπαξ καὶ δὶς ἐκκαλεσάσης πρὸς τὰ τοιαῦτα τὴν καθ' ἡμᾶς εὐτέλειαν, οὐκ ἐτόλμησεν ἔξω τι τῶν νενομισμένων πράττουσα παραγενέσθαι ὡς ὑπὸ τὴν ἱερὰν χεῖρα Νικηφόρου τοῦ ἁγιωτάτου πατριάρχου πνεύματι θείῳ τελοῦσα. ἐπειδὴ δέ τινες τῶν ὁμοταγῶν ἡμῖν ἡγουμένων, ἀπόπειράν τινα ποιούμενοι, κεκρίκασιν ἀφικέσθαι, εἴς τε λόγους ἐλθεῖν ἀντιθετικούς, τί ἄλλο ἢ ἐκεῖνα ἡμᾶς ἀκουτισθῆναι, ἃ ἐξίστησιν ἡμῶν τὴν ταπεινὴν καρδίαν; φασὶ γὰρ τὴν πρόσκλησιν εἶναι ἐπὶ καταστροφῇ τῆς ἐν Νικαίᾳ τὸ δεύτερον ἁγίας συνόδου, τὸ δὴ λεγόμενον ἐπ' ἀναιρέσει τοῦ προσκυνεῖσθαι τὴν σεπτὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς τε Θεοτόκου καὶ πάντων ὁμοῦ τῶν ἁγίων. ὢ τίς ἐνηχηθεὶς ταῦτα οὐκ ἂν στενάξειεν πικρὸν ἐκ βάθους καρδίας, ὡς ἀνατρεπομένης ἤδη ἐν τούτοις τῆς σωτηρίου οἰκονομίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, βοάτω μεθ' ἡμῶν ὁ μεγαλοφωνότατος Ἠσαΐας, καὶ ὅσα τούτοις ἐπιφερόμενα κατὰ συνέχειαν· μᾶλλον δέ, ἵν' οἰκειότερον φθεγξώμεθα, ἄκουε ἀνατολὴ καὶ δύσις, βορρᾶ τε καὶ ἡ κατὰ θάλασσαν λῆξις, ἐν οἷς νῦν τὰ καθ' ἡμᾶς καὶ ἐφ' οἷς συνεδρεύειν τετόλμηται. Ἡμεῖς μὲν οὖν οἱ ἐλάχιστοι, οἵ τε παραγενάμενοι καὶ μὴ παραγενάμενοι (ἀμφοτέροις γὰρ εἷς ὁ λόγος, ὡς συμψύχοις οὖσιν ἐν ἑνὶ θείῳ φρονήματι), τῇ ὑπ' οὐρανὸν ἐκκλησίᾳ σύμφωνον πίστιν ἄγοντες, ἤγουν ἀναστηλοῦν τε καὶ προσκυνεῖν τὴν θείαν εἰκόνα αὐτοῦ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς τε παναγίας μητρὸς αὐτοῦ καὶ οὑτινοσοῦν τῶν ἁγίων, οὐχ ὅτι παρὰ τῇ ἐν Νικαίᾳ τὸ δεύτερον ἁγίᾳ συνόδῳ ἢ παρὰ τῇ πρὸ αὐτῆς δογματισάσῃ θειότατα τὸ ἀσφαλὲς ἔχειν διαβεβαιούμεθα, ἀλλὰ γὰρ ἀπ' αὐτῆς τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν καὶ θεοῦ ἐγγράφως τε καὶ ἀγράφως ἐρηρεισμένοι ὄντες ἀσφαλῶς βεβήκαμεν ἐπ' ἐκείνην τὴν ἕδραν, ἐφ' ᾗ φησιν ὁ Χριστός, σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Τίς γὰρ καὶ λόγος ἐξευρεθείη τῷ ἀντηγορεῖν ἑλομένῳ τοσούτῳ κράτει τῆς ἀληθείας; εἰ γὰρ ὁμολογουμένως ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν ἀνθρωπείᾳ μορφῇ καὶ ἐν εἴδει τῷ καθ' ἡμᾶς ὦπται, ἀραρότως περιγράφεταί τε καὶ εἰκονίζεται καθ' ἡμᾶς, εἰ καὶ μένει τῇ θείᾳ μορφῇ ὁ αὐτὸς ἀπερίγραπτος, ἐπείπερ ἐστὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἑκατέρων τῶν φύσεων, ἐξ ὧν ἐστι, τὰ ἰδιώματα ἀλώβητα διασῴζων. εἰ δὲ μὴ περιγράφοιτο, ἀπόλωλεν τοῦ εἶναι ἄνθρωπος, πολλοῦ γε εἰπεῖν μεσίτης, διὰ τῆς ἀναιρέσεως τοῦ περιγραπτοῦ συναναιρουμένων πάντων τῶν ὁμοστοίχων ἰδιωμάτων. εἰ γὰρ οὐ περιγραπτός, οὐδ' ἁπτός. εἰ δὲ ἁπτὸς ὁμοῦ καὶ ψηλαφητὸς (οἷς ἀντερεῖν ἠλιθιῶδες· σώματος γὰρ ταῦτα, τοῦ ἁφῇ τε καὶ χροιᾷ ὑπο πίπτοντος), πῶς οὐχὶ καὶ περιγραπτός, ἐξ οὗ καὶ παθητός; εἰ δὲ περιγραπτὸς καὶ παθητός, πάντως καὶ προσκυνητὸς δηλαδὴ καὶ καθ' ἣν περιγράφεται εἰδέαν, ὡς μὴ σχιζομένης τῆς δόξης τοῦ πρωτοτύπου ἐν τῷ παραγώγῳ κατὰ τὸν Μέγαν Βασίλειον· ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, δῆλον ὅτι οὑτινοσοῦν, εἴτε φυσικῆς εἴτε τεχνητῆς. ἐπεὶ καὶ ἐπὶ τοῦ τύπου τοῦ τιμίου σταυροῦ τὸ αὐτὸ θεώρημα νοητέον· τῇ γὰρ προσκυνήσει τοῦ τύπου συμπροσκυνεῖται τὸ ζωοποιὸν ξύλον, ὡς καὶ ἔμπαλιν τῇ ἀναιρέσει συναναιρεῖσθαι ἔστιν ἐξ ἀναγκαίου. ἢ οὐχὶ ἡ ὁμολογία τοῦ τύπου