87
βασιλεῖ τῶν Περσῶν τοῦ δέξασθαι αὐτούς. καὶ ἐν τῷ διάγειν αὐτοὺς εἰς τὸ ∆αρᾶς ἅμα Βελισαρίῳ τῷ στρατηλάτῃ τῆς ἀνατολῆς καὶ τῶν λοιπῶν ἐξάρχων Ῥωμαίων, καὶ ἀπληκευόντων αὐτῶν πρὸ μικροῦ τῆς πόλεως, μαθὼν ὁ Μηράμ, πρωτοστράτηγος τῶν Περσῶν τοῦ βασιλέως, σὺν τῷ υἱῷ τοῦ βασιλέως καὶ τοῖς λοιποῖς στρατηγοῖς Περσίδος συνηγμένοι ἐν τῷ Νιτζίβιος μετὰ Περσικῆς δυνάμεως πολλῆς, τῷ Ἰουνίῳ μηνὶ 181 τῆς ηʹ ἰνδικτιῶνος ἐπέρριψεν αὐτοῖς μερίσας τὸ ἴδιον πλῆθος εἰς τρία τάγματα. καὶ τοῦτο γνόντες οἱ στρατηγοὶ Ῥωμαίων σὺν τῷ μαγίστρῳ, καλῶς στρατηγήσαντες ὥρμησαν κατὰ Περσῶν, καὶ ἐγένετο πόλεμος μέγας καὶ συμβολὴ φοβερά. καὶ ἔκοψαν οἱ Ῥωμαῖοι τοὺς Πέρσας, καὶ ἀπώλεσαν αὐτοὺς ἐπάραντες καὶ τὸ βάνδον αὐτῶν. ὁ δὲ Μηρὰμ καὶ ὁ υἱὸς τοῦ βασιλέως Περσῶν καὶ ὀλίγοι ἐκ τῶν περισωθέντων κατέφυγον εἰς τὸ Νιτζίβιος· καὶ ἐνίκησαν οἱ Ῥωμαῖοι νίκην μεγάλην. γνοὺς δὲ τοῦτο ὁ τῶν Περσῶν βασιλεὺς ἐπέτρεψεν εἰσελθεῖν πρὸς αὐτὸν τὸν πατρίκιον Ῥουφῖνον μόνον ἅμα τῷ κόμητι Ἀλεξάνδρῳ. καὶ τῷ Αὐγούστῳ μηνὶ εἰσῆλθε πρὸς αὐτόν, καὶ πολλὰ διαλεχθέντες καὶ εἰρήνης πάκτα κατατυπώσαντες ἐξῆλθον ἐν εἰρήνῃ. Ῥώμης ἐπίσκοπος Βονιφάτιος ἔτη βʹ. ϛκγʹ. φκγʹ. δʹ. ϛʹ. αʹ. ιαʹ. κʹ. ιαʹ. δʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ ἰνδικτιῶνος θʹ ἐφάνη μέγας καὶ φοβερὸς ἀστὴρ εἰς τὸ δυτικὸν μέρος, κομήτης, πέμπων ἐπὶ τὰ ἄνω τὰς ἑαυτοῦ ἀκτῖνας ἀστραπτούσας, ὃν ἔλεγον Λαμπαδίαν, καὶ ἔμεινεν ἐπὶ εἴκοσι ἡμέρας λάμπων· καὶ ἐγένοντο κοσμικαὶ δημοκρατίαι καὶ φόνοι. ἐν δὲ τῇ συμπληρώσει τοῦ Νοεμβρίου μηνὸς κατέλαβεν ὁ πατρίκιος Ῥουφῖνος ἐκ τῆς πρεσβείας τῶν Περσῶν πρὸς τὸν βασιλέα Ἰουστινιανὸν εἰρήνης πάκτα στοιχήσας· ὅν τινα δεξάμενος ὁ βασιλεὺς ἐχάρη λίαν διὰ τὴν εἰρήνην, καὶ ἠσμένισε τὰ στοιχηθέντα πάκτα, καὶ ἔτυχον εἰρήνης τὰ πράγματα ἀμφοτέρων. ϛκδʹ. φκδʹ. εʹ. ζʹ. βʹ. ιβʹ. καʹ. ιβʹ. εʹ. Τούτῳ τῷ ἔτει πέμπτῳ ὄντι τῆς βασιλείας Ἰουστινιανοῦ μηνὶ Ἰαννουαρίῳ ἰνδικτιῶνος ιʹ γέγονε τοῦ λεγομένου Νίκα ἡ ἀνταρσία. καὶ ἔστεψαν οἱ τῶν δήμων εἰς βασιλέα Ὑπάτιον, τὸν συγγενῆ τοῦ βασιλέως Ἀναστασίου· καὶ ἐκαύθη πολὺ μέρος τῆς πόλεως, καὶ ἡ μεγάλη ἐκκλησία, καὶ ἡ ἁγία Εἰρήνη, καὶ ὁ ξενὼν τοῦ Σαμψών, καὶ τὸ Αὐγουσταῖον, καὶ τὸ προσκιόνιον τῆς βασιλικῆς, καὶ ἡ Χαλκῆ τοῦ παλατίου. καὶ ἐγένετο φόβος μέγας, καὶ πολλοὶ τῶν εὑρεθέντων ἐν τῷ λεγομένῳ ἱππικῷ μετὰ Ὑπατίου, ὥς φασι λεʹ χιλιάδες, ἀπέθανον. γέγονε δὲ ἡ ἀταξία τοῦ Νίκα τρόπῳ τοιούτῳ. ἀνελθόντα τὰ μέρη ἐν τῷ ἱππικῷ, ἔκραξαν οἱ τῶν Πρασίνων· ἄκτα διὰ Καλοπόδιον τὸν κουβικουλάριον καὶ σπαθάριον. 20οἱ Πράσινοι·20 "ἔτη πολλά, 182 Ἰουστινιανὲ αὔγουστε· τούβικας. ἀδικοῦμαι, μόνε ἀγαθέ, οὐ βαστάζω, οἶδεν ὁ θεός. φοβοῦμαι ὀνομάσαι, μὴ πλέον εὐτυχήσῃ καὶ μέλλω κινδυνεύειν." -20Μανδάτωρ·20 "τίς ἐστιν, οὐκ οἶδα." -20οἱ Πράσινοι20 "Ὁ πλεονεκτῶν με, τρισαύγουστε, εἰς τὰ τζαγγαρεῖα εὑρίσκεται." -20Μανδάτωρ·20 "οὐδεὶς ὑμᾶς ἀδικεῖ." -20Οἱ Πράσινοι·20 "εἷς καὶ μόνος ἀδικεῖ με, θεοτόκε, μὴ ἀνακεφαλίσῃ." -20Μανδάτωρ·20 "τίς ἐστιν ἐκεῖνος, οὐκ οἴδαμεν." -20Οἱ Πράσινοι·20 "σὺ καὶ μόνος οἶδας, τρισαύγουστε, τίς πλεονεκτεῖ με σήμερον." -20Μανδάτωρ·20 "εἴ τις ἐάν ἐστιν, οὐκ οἴδαμεν." -20Οἱ Πράσινοι·20 "Καλοπόδιος ὁ σπαθάριος ἀδικεῖ με, δέσποτα πάντων." -20Μανδάτωρ·20 "οὐκ ἔχει πρᾶγμα Καλοπόδιος." -20Οἱ Πράσινοι·20 "εἴ τίς ποτέ ἐστιν, τὸν μόρον ποιήσει τοῦ Ἰούδα, ὁ θεὸς ἀνταποδώσει αὐτῷ ἀδικοῦντί με διὰ τάχους." -20Μανδάτωρ·20 "ὑμεῖς οὐκ ἀνέρχεσθε εἰς τὸ θεωρῆσαι, εἰ μὴ εἰς τὸ ὑβρίζειν τοὺς ἄρχοντας." -20Οἱ Πράσινοι·20 "εἴʹ τις δήποτε ἀδικεῖ με, τὸν μόρον ποιήσει τοῦ Ἰούδα." - 20Μανδάτωρ·20 "ἡσυχάσατε, Ἰουδαῖοι, Μανιχαῖοι καὶ Σαμαρεῖται." - 20Οἱ Πράσινοι· "Ἰουδαίους καὶ Σαμαρείτας ἀποκαλεῖς; ἡ θεοτόκος μετὰ ὅλων." -20Μανδάτωρ·20 "ἕως πότε ἑαυτοὺς καταρᾶσθε;" - 20Οἱ Πράσινοι20 "εἴ τις οὐ λέγει, ὅτι ὀρθῶς πιστεύει ὁ δεσπότης, ἀνάθεμα αὐτῷ, ὡς τῷ Ἰούδᾳ." -20Μανδάτωρ·20 "ἐγὼ ὑμῖν