88
διὰ Ἐλισσαίου. Πειθόμεθα δὲ μὴ μισθὸν τιμωρίας εἶναι τὸν θάνατον, ἐξ ὧν αὐτὸν καὶ ἅγιοι ὑπέστησαν ἢ καὶ αὐτὸς ὁ τῶν ἁγίων Κύριος Ἰησοῦς ὁ Χριστός, ἡ ζωὴ τῶν πιστῶν καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. ∆ιὰ τοῦτο οὖν τέως ὡς ἂν ἐν μεγαλοπόλει πολιτευομέ νοις μετὰ τοὺς ἄθλους ἐπάγει πρὸς ὀλίγον τὴν διάλυσιν, ἵνα ἀναστήσας ἕκαστον ἢ ἀποκηρύξῃ ἢ στεφανώσῃ. Ὁ γὰρ τοῦ Ἀδὰμ τὸ σῶμα ἐκ γῆς καὶ τῶν λοιπῶν κατασκευάσας, οὗτος καὶ τῶν λοιπῶν καὶ τοῦ πρώτου μετὰ διάλυσιν τὸ σῶμα ἀναστήσει. «Ἀκούσονται γάρ, φησί, πάντες οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκού σαντες ζήσονται.» Πρὸς δὲ τούτοις πιστεύομεν γίνεσθαι τὴν ἀνάστασιν καὶ ἐκ τῆς τοῦ Κυρίου ἀναστάσεως· αὐτὸς γάρ ἐστιν ὁ καὶ Λάζαρον ἀναστήσας τετραήμερον καὶ τὴν θυγατέρα Ἰαείρου καὶ τὸν υἱὸν τῆς χήρας, καὶ ἑαυτὸν προστάγματι τοῦ Πατρὸς διὰ τριῶν ἡμερῶν ἀνεγείρας, ὁ ἀρραβὼν τῆς ἀναστάσεως ἡμῶν. Ὁ τὸν Ἰωνᾶν διὰ τριῶν ἡμερῶν ζῶντα καὶ ἀπαθῆ ἐξαγαγὼν ἐκ τῆς κοιλίας τοῦ κήτους καὶ τοὺς τρεῖς παῖδας ἐκ καμίνου Βαβυλωνίας καὶ τὸν ∆ανιὴλ ἐκ στόματος λεόντων, οὐκ ἀπορήσει δυνάμεως καὶ ἡμᾶς ἀνεγεῖραι. Eἰ δὲ χλευάζουσιν Ἕλληνες ἀπιστοῦντες ταῖς ἡμετέ ραις γραφαῖς, πιστωσάτω αὐτοὺς κἂν ἡ αὐτῶν προφῆτις Σίβυλλα, οὕτω πως αὐτοῖς λέγουσα κατὰ λέξιν· «Ἀλλ' ὁπότ' ἤδη πάντα τέφρα σποδόεσσα γένηται, Καὶ πῦρ κοιμίσῃ θεὸς ἄφθιτος, ὅσπερ ἀνῆψεν, Ὀστέα καὶ σποδιὴν αὐτὸς θεὸς ἔμπαλιν ἀνδρῶν Μορφώσει, στήσει δὲ βροτοὺς πάλιν, ὡς πάρος ἦσαν· Καὶ τότε δὴ κρίσις ἔσται, ἐφ' ᾗ δικάσει θεὸς αὐτός, Κρίνων ἔμπαλι κόσμον· ὅσοι δ' ὑπὸ δυσσεβίῃσιν Ἥμαρτον, τούσδ' αὖ πάλι γαῖα καλύψει· Ὅσσοι δ' εὐσεβέουσι, πάλιν ζήσοντ' ἐνὶ κόσμῳ, Πνεῦμα θεοῦ δόντος ζωήν θ' ἅμα καὶ χάριν αὐτοῖς Eὐσεβέσιν· πάντες δὲ τότ' εἰσόψονται ἑαυτούς.» Eἰ τοίνυν καὶ αὐτὴ τὴν ἀνάστασιν ὁμολογεῖ καὶ τὴν παλιγγενεσίαν οὐκ ἀρνεῖται, διακρίνει δὲ τοὺς εὐσεβεῖς ἐκ τῶν ἀσεβῶν, μάτην ἄρα τοῖς ἡμετέροις ἀπιστοῦσιν. Καίτοι φασὶν καὶ εἰδικὴν δεικνύειν τὴν ἀνάστασιν, μὴ πιστεύοντες οἷς αὐτοὶ διηγοῦνται. Φασὶ γὰρ ὄρνεόν τι μονο γενὲς ὑπάρχειν, πλουσίαν τῆς ἀναστάσεως παρέχον τὴν ἀπόδειξιν, ὃ λέγουσιν ἄζυγον ὑπάρχειν καὶ μόνον ἐν δημι ουργίᾳ· φοίνικα δὲ αὐτὸ προσαγορεύουσιν, ὃ καὶ ἱστοροῦσιν κατὰ πεντακόσια ἔτη ἔρχεσθαι εἰς Aἴγυπτον ἐπὶ τὸν λεγό