Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ξένοι καὶ πάρ οικοι, ἐκ πατέρων ἔχοντες τὸ ὑφ' ἁμαρτίας εἶναι, καὶ ταῖς δι' ἁμαρτίας κακώσεσι κατεχόμενοι καὶ τῷ ἐξ Ἀδὰμ θανάτῳ· ὃν πρὶν ἐπιπεσεῖν, ἀξιοῦμέν τινα καὶ ἀνάπαυσιν τῶν πόνων γενέσθαι.
ΨΑΛΜΟΣ ΛΘʹ.
Εἰς τὸ τέλος, ψαλμὸς τῷ ∆αβίδ. (A f. 218, B f. 143 b, I f. 198) Τινὲς ἐκ προσ
ώπου τοῦ ∆αβὶδ εἰρῆσθαί φασι τὸν προκείμενον ψαλμὸν, ὡς ἐξῃρημένου λοιπὸν θλίψεώς τε πάσης καὶ τῶν ἐκ θείας ὀργῆς ἐπενηνεγμένων αὐτῷ διὰ τὴν εἰς Οὐρίου γυναῖκα, καὶ αὐτὸν τὸν Οὐρίαν, ἁμαρ τίαν· καὶ εἶναί γε αὐτὸν χαριστήριον ἐπὶ τῇ τῶν συσχόντων αὐτὸν πειρασμῶν [al. cod. τιμωριῶν] ἀπαλλαγῇ. Ἀλλ' εὑρήσομεν, φησὶν, ἐν τῷ μεταξὺ καὶ τοῦ Σωτῆρος τὸ πρόσωπον εἰσκεκομισμένον, τῆς τε ἐνανθρωπήσεως ἀπαγγέλλον τὴν οἰκονομίαν, καὶ ὅτι ἀνακηρύξει τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τὴν διὰ πί στεως χάριν. Εἶτα μετὰ τοῦτο πρόσωπον ἕτερον ἀνδρὸς εἰσκομίζεται κατοικτείρεσθαι γλιχόμενον παρὰ Θεοῦ, καὶ ὁμολογοῦν ὅτι μονονουχὶ κατακέχωσται τοῖς ἰδίοις παθήμασιν. Εἶτα πῶς ἥρμοσεν αὐτῷ θεσ πεσίῳ ∆αβὶδ, ἢ πῶς ἂν τοῦ Σωτῆρος ἔφη φωνὰς, ἢ ἑτέρῳ τινὶ τῶν καθ' ἡμᾶς ὡς σεσωσμένῳ παρὰ Θεοῦ καὶ ᾠδὰς ἀνάπτοντι χαριστηρίους; Ἡμεῖς δ' εἰρῆ σθαι αὐτὸν νομίζομεν ἐκ προσώπου τοῦ νέου λαοῦ, καὶ εὐδοκιμήσαντος ἐν πίστει τῇ ἐν Χριστῷ, καὶ ἀνακομισθέντος ἀληθῶς ἐκ λάκκου ταλαιπωρίας, τουτέστιν ἐκ βάθους ἁμαρτιῶν, ἐκ πηλοῦ τε ἰλύος Εἰσβάλλει γὰρ μεταξὺ καὶ οὐκ ἔξω σκοποῦ τοῦ αὐ τοῦ πρόσωπον τοῦ Χριστοῦ, τοῖς εὐχαριστοῦσιν οἱονεί πως ἀνοιγνύντος τοῦ μυστηρίου βάθος, καὶ τῆς οἰ κονομίας διδάσκοντος τὸν τρόπον, δι' οὗ καὶ σεσώ σμεθα. Εἶτα μετά γε τοὺς παρ' αὐτοῦ λόγους, πάλιν τὸ τοῦ λαοῦ πρόσωπον εἰσφέρεται, ὁμολογοῦντος οὐ δὲν ἧττον τὰ ἐν οἷς ἦν κακὰ, καὶ τὸ πλῆθος τῶν αἰτιαμάτων, ἵνα καὶ ἔτι μειζόνως δοξάζηται Χριστὸς ὁ ἐκ βάθρων αὐτοὺς ἁρπάσας, καὶ τῶν τῆς ἀπ ωλείας τελμάτων ἔξω τιθεὶς, διὰ πίστεως δηλονότι. Ἀξιοῦσι γὰρ οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες ῥυσθῆναι τῆς διὰ τὴν ἀπείθειαν ἁμαρτίας, ἅμα δὲ καὶ δι-ηγοῦνται τὰ συμβεβηκότα αὐτοῖς διὰ τὴν ἀπιστίαν κακά. Ἄλλοι δὲ καὶ εἰς τοὺς ἐν Βαβυλῶνι τὴν ᾠδὴν ἀναφέρουσιν, ὠφεληθέντας τῇ ἐκεῖσε θλίψει καὶ ἐπαναχθέντας. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, κ.τ.λ. (A f. 218 b, B f. 144, I f. 199 b) Ἀλλὰ φαίη τις· Πῶς ἂν ὑπομεμενήκασιν οὗτοι τὸν Κύριον, ἢ πῶς εἰσηκούσθησαν ὅλως οἱ τάχα που μηδὲ βοήσαν τες πρὸς αὐτὸν, ἀφεστηκότες δὲ καὶ αὐτοῦ τοῦ εἰ δέναι τίς ὁ φύσει τῶν ὅλων ἐστὶ γενεσιουργὸς καὶ 69.81 δεσπότης; Φαμὲν οὖν ὅτι σεσαγήνευκεν ὁ Σωτὴρ διὰ τῆς πίστεως τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, καταργήσας τοῦ διαβόλου τὸ κράτος, καὶ τῶν πονηρῶν δυνάμεων τὴν σκαιότητα καταλύσας, πνευματικῇ τετίμηκεν ἐλευθερίᾳ τοὺς διὰ πίστεως τῆς εἰς αὐτὸν κεκλημέ νους εἰς ἐπίγνωσιν αὐτοῦ. Πλὴν οὐχὶ μόνη τῶν ἐθνῶν ἡ πληθὺς εἰσβέβηκε διὰ πίστεως, ἀλλὰ γὰρ καὶ πρὸ αὐτῶν οἱ ἐξ αἴματος Ἰσραήλ. "Ἀνέκτισε γὰρ ὁ Χριστὸς τοὺς δύο λαοὺς, εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα," καθ' ἃ γέγραπται. Ἄμφω δὴ οὖν εἷς γεγόνασι λαὸς, κατὰ τὴν αὐτοῦ Σωτῆ ρος φωνήν. Καὶ ἄλλα γὰρ, φησὶν, "ἔχω πρόβατα, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγα γεῖν· καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν." Οὐκοῦν ὅπερ ἂν ἐξ ἑνὸς λέγηται προσώπου, τοῦτο πάντως ἁρμόσειεν ἂν τούτοις τε κἀκείνοις, διὰ τὸν τῆς ἑνότητος σύνδεσμον τῆς ἐν Χριστῷ διὰ Πνεύμα τος. Ὅτι δὲ τὸ Χριστοῦ μυστήριον προαπηγγέλλετο τοῖς ἐξ Ἰσραὴλ διά τε νόμου καὶ προφητῶν, εἴη ἂν οὐκ ἀσυμφανὲς τοῖς τῶν ἱερῶν Γραμμάτων ἐπιστή μοσιν. Ἔφη γάρ που Χριστὸς Ἰουδαίοις προσδιαλεγόμενος· "Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν." Προσεδόκων