88
τοῦ υἱοῦ τοῦ Θεοῦ προσηγορίας. Ψ. Τοῦ αὐτοῦ. Μ∆ʹ. Ἐν τοῖς ὁράμασιν ὁ ∆ανιὴλ φησίν· Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ, ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ 149 ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ προσηνέχθη αὐτῷ, καὶ ἐδόθη αὐτῷ ἡ ἐξουσία καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. Συνᾴδει ταῦτα τῇ τοῦ αὐτοῦ ∆ανιὴλ προφητείᾳ προθεσπιζούσῃ περὶ τῆς τοῦ Χριστοῦ βασιλείας κατὰ τὸν λίθον τὸν ἀποτμηθέντα ἐξ ὄρους ἄνευ χειρῶν· τίς γὰρ ἂν ἄλλος, ὁ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν φθάνων, ἢ ὁ εἰπὼν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ δι' ἡμᾶς μορφὴν δούλου λαβὼν, καὶ υἱὸς ἀνθρώπου γενόμενος, ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ πρὸς τὸν Θεὸν ὑπάγω; ὃς καὶ παρόντων τῶν ἑαυτοῦ μαθητῶν, βλεπόντων αὐτῶν, ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν, ὅτε καὶ ἀτενιζόντων εἰς τὸν οὐρανὸν, ἰδοὺ δύο ἄνδρες ἐν ἐσθήσεσι λαμπραῖς ὀφθέντες, τὰ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας αὐτοὺς ἐδίδασκον, αὖθις ἐν νεφέλῃ παραγενήσεσθαι αὐτὸν προλέγοντες. Τῷ οὖν Χριστῷ μόνῳ ὑπὸ τοῦ Πατρὸς ἐδόθη καὶ ἡ ἐξουσία καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, ὥστε πάντα τὰ ἔθνη λατρεύειν αὐτῷ, καὶ πᾶσαν γλῶσσαν ἐξομολογεῖσθαι, ὅτι Κύριος Ἰησοῦς Χρίστος εἰς δόξαν Θεοῦ πατρός. Ψ. Τοῦ αὐτοῦ. ΜΕʹ. Εὐξαμένῳ τῷ ∆ανιὴλ περὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ παντὸς λαοῦ, περί τε τῆς ἐρημώσεως τῆς Ἱερουσαλὴμ, Γαβριὴλ ἐπιφανεὶς ἀρχάγγελος ὁμοῦ 150 τε αὐτῷ σημαίνει τὸ συμπέρασμα τῆς ἑβδομηκονταετοῦς αἰχμαλωσίας, καὶ τὴν ἀνανέωσιν τῆς Ἱερουσαλὴμ, τόν τε ἀπὸ τῆς ἀνανεώσεως ἐπὶ τὴν τοῦ Χριστοῦ παρουσίαν χρόνον, καὶ τὴν μετὰ ταῦτα γενησομένην δευτέραν ἅλωσιν τῆς πόλεως, καὶ τὸν ἐπὶ πᾶσιν ἀνδραποδισμὸν τοῦ παντὸς ἔθνους, τὸν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ἐπιτελεσθέντα. Ἔχουσι δὲ αὐτοῦ τοῦτον τὸν τρόπον αἱ λέξεις· ∆ανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν· ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν λόγος, καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ, καὶ ἐννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ. Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας, καὶ ἀπολεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων. Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων ου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ζʹ, καὶ ἑβδομάδες ξβʹ· καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσεται πλατεία, καὶ τεῖχος, καὶ κενωθήσονται οἱ καιροί. Καὶ μετὰ τὰς ἑβδομάδας τὰς ξβʹ ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν, καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ κοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. Καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. 151 Τῶν εἰς τὰς προκειμένας ἑβδομάδας ἐπιβεβληκότων μόνον ἴσμεν Ἀφρικανὸν ἀκριβέστατα καὶ μᾶλλον παρὰ τοὺς λοιποὺς ἐπιτετευγμένως τεθεωρηκότα· καὶ δή μοι δοκεῖ ἀναγκαῖον εἶναι πρῶτον αὐτοῦ τὴν εἰς τοὺς τόπους διήγησιν εἰς μέσον ἀγαγεῖν, εἶθ' οὕτως ἐπισκέψασθαι, εἴ τι ἄρα καὶ αὐτοὶ δυναίμεθα συμβαλέσθαι τῷ λόγῳ. Γράφει δὴ οὖν ἐν πέμπτῳ τῶν Χρονογραφιῶν κατὰ λέξιν οὕτως· Ψ. Ἀφρικανοῦ. Μʹ. Ἡ μὲν οὖν περικοπὴ οὕτω πῶς ἔχουσα πολλά τε καὶ παράδοξα σημαίνει· νῦν δ' ὧν χρεία περί τε τοὺς χρόνους καὶ τὰ τούτοις συντείνοντα τὸν λόγον ποιησόμεθα. Ὅτι μὲν οὖν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας λέγεται ταῦτα μετὰ ἑβδομάδας οʹ μέλλοντος ἐπιφαίνεσθαι, δῆλον· ἐπὶ γὰρ τοῦ