1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

88

γενέσθαι, καὶ οὕτω γράφεται θηλύμορφος διά τε ἄλλας αἰσχρὰς αἰτίας καὶ διὰ τὸ μιξόθηλυν στρατὸν ὁπλίζειν· ὥπλιζε γὰρ σὺν τοῖς ἄρρεσι καὶ τὰς θηλείας, ὥς φησιν ὁ Φιλόχορος ἐν δευτέρῳ. Λίνος διδάσκαλος Ἡρακλέους ἐγνωρίζετο· Ἀνδρόγεως ἐδολοφονήθη ἐν Ἀθήναις· Φιλάμμων ὁ ∆ελφὸς ἤκμαζεν, ὁ πρῶτος στήσας Πυθοῖ χορόν. Τὰ κατὰ ∆αίδαλον, ὃς ἔδοξεν ἀγάλματα κινούμενα ποιεῖν. πρῶτος γὰρ διέστησε τοὺς τῶν ἀγαλμάτων πόδας, ὡς ὁ Παλαίφατος ἱστορεῖ, τῶν πρὸ 191 αὐτοῦ πάντων συμπεφυκότας αὐτοὺς πλαττόντων. οὗτος ἀποπτῆναι μυ θεύεται σὺν Ἰκάρῳ τῷ υἱῷ αὐτοῦ πλοίου λαβόμενος καὶ διαφυγὼν τὸν Μίνωα διὰ τὸ ἀνεύρετον γενέσθαι τῷ διώκοντι. Θάμυρις ὁ Φιλάμμωνος ἤκμαζε. Μίνως ἐθαλασσοκράτει καὶ Κρησὶν ὡς παρὰ ∆ιὸς ἐνομοθέτει, κομίζων τοὺς νόμους ἐξ ἄντρου τοῦ ἐν τῇ Ἴδῃ διὰ ἐννεαετηρίδος, ὅπερ ὁ Πλάτων ἐν τοῖς Νόμοις ἐλέγχει. Ἡρακλῆς τοὺς ἄθλους ἐτέλει καὶ Ἀνταῖον ἐν Λιβύῃ καταπαλαίσας ἀν αιρεῖ τὸν λεγόμενον γηγενῆ διὰ τὸ ἐπιστήμονα εἶναι τὸν λεγόμενον παρὰ τοῖς παλαισταῖς τρόπον χαμαί, ὡς ἀπὸ τῆς μητρὸς γῆς βοηθεῖσθαι δοκεῖν, ὃν Ἡρακλῆς ἰσχυρὸς ὢν μὴ προσδεηθεὶς ζώσας τὸν Ἀνταῖον τοῖς ἅμμασι καὶ μετεωρίσας διεχειρίσατο. Τὴν δὲ Ὕδραν τὸ μυθευόμενον ζῷον ὁ Πλάτων σοφίστριαν λέγει, δι' ἣν ὁ αὐτὸς Ἡρακλῆς τὸ Ἴλιον ἐπόρθησε. Μήδεια Κολχὶς ἀνεχώρησεν Αἰγέως. Πόλεμος Κενταύρων καὶ Λαπιθῶν. Κένταυροι δὲ Θεσσαλῶν ἦσαν ἱπ πεῖς ἄριστοι, ὥς φησι Παλαίφατος ἐν πρώτῃ ἀπίστων. Οἱ ἑπτὰ ἐπὶ Θήβας ἐστράτευσαν. Τὰ περὶ τὸν Μινώταυρον, ὡς μὲν ὁ μῦθος, ὅτι δὴ ἐκ ταύρου τοῦ ζῴου καὶ Πασιφάης μιξόθηρ ἐγένετο καὶ τὸν παρ' Ἀθηναίων δασμὸν κομιζό μενος ἐθοινᾶτο τοὺς παῖδας. αὐτοὶ δὲ οἱ Κνώσιοι λέγουσιν εἶναι τοῦ Μί νωος στρατηγόν, ὃς ὠνομάζετο μὲν Ταῦρος, τὴν δὲ φύσιν ὠμὸς καὶ ἀν ήμερος ἦν. ἐπεὶ δὲ Μίνως ἀγῶνα ἐπ' Ἀνδρογέῳ ἐτίθει, ὃν ἀπέκτειναν Ἀθηναῖοι, τοὺς Ἀττικοὺς δὲ παῖδας ἔπαθλον ἐδίδου, ἰσχυρὸς ὢν ὁ Ταῦρος πάντων κατεκράτει. ὡς δὲ καὶ τῷ Θησεῖ τοῦ ἀγῶνος μετεδόθη καὶ τὸν Ταῦρον κατεπάλαισε, συνέβη καὶ τοὺς παῖδας διασωθῆναι καὶ τὴν πόλιν ἀφεθῆναι τοῦ δασμοῦ, ὡς Φιλόχορος ἱστόρησεν ἐν δευτέρᾳ Ἀτθίδος. Οἱ Ἐπίγονοι τῶν ἑπτὰ ἐπὶ Θήβας ἐστράτευσαν. Φαίδρα Ἱππολύτου ἠράσθη. Μίνως ἐπὶ Σικελίαν στρατεύσας διὰ ∆αίδαλον ἀναιρεῖται ὑπὸ τῶν Κω κάλου θυγατέρων. Κατὰ τούτους τοὺς χρόνους Σαμψὼν ἦν, ὁ παρ' Ἕλλησι βοώμενος Ἡρα 192 κλῆς, ὃς μετὰ τοὺς ἄθλους καὶ τὴν Ἀνταίου ἀναίρεσιν τοῦ γηγενοῦς ἐν Λιβύῃ καὶ τὸν ἐν Ὀλυμπίᾳ ἀγῶνα καὶ τὴν πρώτην ὑπ' αὐτοῦ ἅλωσιν Τροίας ἐπὶ Λαομέδοντος πατρὸς Πριάμου βασιλέως Τροίας λοιμώδει νόσῳ περιπεσὼν εἰς πῦρ ἐνήλατο καὶ οὕτως ἐξ ἀνθρώπων ἐγένετο, βιώ σας τὰ πάντα ἔτη νβʹ. τινὲς δὲ πρὸ τούτου μικρὸν ἱστοροῦσι γενέσθαι Ἡρακλῆν, ἄλλοι τε πλείονα ἔτη ζῆσαί φασιν αὐτόν.

ΚΟΣΜΟΥ ΕΤΗ Ἰαεὶρ τὸν Γαλααδίτην κριτὴν ἔδωκεν ὁ θεὸς τῷ Ἰσραὴλ μετὰ

τὸν Θω λᾶν, ὃς εἶχεν υἱοὺς λβʹ καὶ λβʹ πόλεις, ὧν ἦρχον. οὗτος ἔκρινε τὸν λαὸν ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρπαʹ. Ἀμμανῖται ἐκράτησαν τοῦ Ἰσραὴλ ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσαʹ. Μετὰ τὸν Γαλααδίτην Ἰαεὶρ ἁμαρτήσας ὁ Ἰσραὴλ παρεδόθη Ἀμμανίταις δουλεύειν ἔτη ιηʹ. ἐξομολογησαμένοις δὲ αὐτοῖς τῷ θεῷ ἐδόθη αὐτοῖς Ἰεφθάε ὁ ἐκ φυλῆς Μανασσῆ, υἱὸς Γαλαὰδ καὶ γυναικὸς πόρνης. οὗτος εὐξάμενος τῷ θεῷ θύσειν μετὰ τὴν κατὰ Μωαβιτῶν νίκην τὸ συναντῆσον αὐτῷ ζῷον ἐπανιόντι τοῦ πολέμου ἐκ τῆς οἰκίας αὐτοῦ, εἰ νικήσοι, μιᾶς αὐτοῦ μονογενοῦς θυγατρὸς δ' οὔσης καὶ φιλτάτης συναντησάσης αὐτῷ ταύτην ἔθυσε τῷ θεῷ οὐκ ἄκουσαν, ἐπὶ μῆνας δύο τὴν παρθενίαν αὐτῆς προπενθήσασαν. Ἰεφθάε ἔκρινε τὸν Ἰσραὴλ ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσιθʹ. Οὗτος ἐπολέμησε τοῖς υἱοῖς Ἐφραῒμ μεμφομένοις αὐτῷ ὅτι οὐ παρέλαβεν αὐτοὺς ἐν τῷ πολέμῳ, καὶ ἀπέκτεινε τρισμυρίους δισχιλίους αὐτῶν. Ὁ Ἰεφθάε τὰ ἀπὸ Μωυσέως ἕως αὐτοῦ τʹ λέγει εἶναι ἐν τῇ βίβλῳ τῶν κριτῶν,