88
τὸν καιρὸν, ἀλλὰ τόν τε ἀρχιεπίσκοπον μετακαλεσάμενον καὶ τοὺς ἄλλους ἀρχιερεῖς, ὅ,τι τε ὁ ἔγγονος ἀπολογεῖται ἀκοῦσαι καὶ αὐτὸν σκεψάμενον ἐξ αὐτῶν τὰ λυσιτελοῦντα Ῥωμαίοις ποιεῖν. ὁ βασιλεὺς δὲ ἀπεκρίνατο, μηδενὶ αὐτὸν ἐξεῖναι ἀνερευνᾷν, ὅπως τὰ κατ' οἶκον πράγματα διεξάγει· αὐτῷ γὰρ μελήσειν ὁπότε καὶ ὅπως αὐτὰ δέοι οἰκονομεῖν· αὐτὸν δὲ, πατριάρχην ὄντα, τῶν ἐκκλησιαστικῶν ἐκέλευεν ἔχεσθαι φροντίδων, τῶν κοινῶν δὲ καὶ τῶν βασιλικῶν ἀπέχεσθαι πραγμάτων. τοιαῦτα μὲν ὁ βασιλεὺς εἴρηκεν, οἰόμενος τὸν πατριάρχην καταπτήξαντα τοὺς λόγους, μᾶλλον ἂν ἀσπάσασθαι τὴν σιωπήν. ὁ δὲ εἰς τὴν ὑστεραίαν τοιαῦτα καὶ αὐτὸς μεμήνυκε πρὸς βασιλέα· «κράτιστε βασιλεῦ, τὸ τὰ δέοντα παραινεῖν καὶ συμβουλεύειν καὶ ἔτι προσαναγκάζειν πράττειν, οὔθ' ἑκὼν προήσομαι αὐτὸς, οὔτ' ἄκων δέει ληφθείς. εἰ δ' αὐτὸς τοιαύτῃ συζῇν ἐμὲ ἀπραγμοσύνῃ ἀξιοῖς, ὥστε μὴ φθέγγεσθαι μήτ' ἀκούειν μήτε ὁρᾷν, ἐχρῆν πρὶν τῆς ἐκκλησίας προστάτην προβαλέσθαι εἰπεῖν. κἂν μὲν καὶ αὐτῷ μοι καὶ δίκαια ταὐτὰ καὶ λυσιτελοῦντα ἐδόκει, στέργειν ἦν ἀνάγκη νῦν· ἂν δ' ἕτερα ἐνόμιζον 1.249 προσήκειν πατριάρχῃ, παρεχώρουν ἂν ἑτέρῳ τῶν θρόνων οὕτω ζῇν προῃρημένῳ. ἐπεὶ δὲ θεοῦ χάριτι οὐ τῶν ὀρθῶν τῆς ἐκκλησίας δογμάτων προβέβλημαι μόνον, ἀλλὰ καὶ τῶν ἀδικουμένων προΐστασθαι καὶ ὑπερμαχεῖν ἀνάγκην ἔχω, τοῖς ἀδικεῖν ἐθέλουσι καὶ πλεονεκτεῖν οὐ παύσομαι διαφερόμενος καὶ ἀντιλέγων, ἄν τε τῶν φαυλοτάτων τινὲς ὦσιν, ἄν τε τῶν ὑπερλάμπρων καὶ εἰς αὐτὸ τὸ ἀκρότατον ἀφιγμένων τῆς εὐτυχίας· καὶ μᾶλλον πρὸς ἐκείνους, ὅσῳ καὶ τὰ ἀδικήματα μείζω καὶ πρὸς πλείονας ἐξάγοντα τὴν βλάβην. εἰ γὰρ μέλλοιμεν τοῖς μὲν μικροῖς μικρά τινα ἀδικοῦσι μόνον ἐγκαλεῖν καὶ τὴν ἀδικίαν ὀνειδίζειν, πρὸς δὲ τοὺς μεγίστους καὶ τὰ μέγιστα βλάπτοντας ἑκόντες ὄντες διὰ τὸ ἀξίωμα σιωπᾷν καὶ μηδὲ γρύζειν τολμᾷν, οὐδὲν διοίσομεν ἰατρῶν τῶν περὶ τρίχας μὲν καὶ ὄνυχας ἠσχολημένων καὶ τὴν τέχνην ἐν αὐτοῖς ἐπιδεικνυμένων, ἐὰν δέ τι νόσημα παρεμπέσῃ τῷ ζώῳ λυμαινόμενον ὅλῳ, τούτου δὲ μηδεμίαν πρόνοιαν ποιουμένων, ἀλλ' ἡγουμένων ἀρκεῖν, εἴγε καὶ αὐτοὶ καθήμενοι μετὰ τῶν ἄλλων, ἀπολλύμενον ὁρῷεν. ἐγὼ δὲ καὶ πάνυ θαυμάζω μεμνημένος, ὡς ἐκέλευσας ἐμὲ μὲν τὰ τῆς ἐκκλησίας πράττειν καὶ περὶ αὐτὰ ἠσχολῆσθαι μόνα, σὲ δὲ ἐᾷν ὅπως ἂν δοκῇ τὰ τῆς βασιλείας διοικεῖν. παραπλήσιον γάρ ἐστιν ὥσπερ ἂν πρὸς τὴν ψυχὴν εἴποι τὸ σῶμα· οὐ δέομαι τῆς κοινωνίας καὶ τῆς συναφείας τῆς σῆς, οὐδὲ συνεργὸν πρὸς τὰ πραττόμενα βούλομαι ἔχειν, ἀλλ' ἐγὼ μὲν ὡς οἷόν τε ᾖ καὶ βούλωμαι, διοικήσω τἀμὰ, σὺ δὲ φρόντιζε περὶ τῶν ἰδίων. πᾶσι μὲν οὖν ἁμαρτάνουσι ὥσπερ τι κοινὸν φάρμακον τὸ μετανοεῖν ἐπὶ 1.250 τοῖς πεπλημμελημένοις ἐδόθη, ἄν τε πρὸς θεὸν, ἄν τε πρὸς ἀνθρώπους ἡ πλημμέλεια ᾖ. οὐκ ἂν δὲ μεταγνοίη τις, ἂν μὴ πρότερον ὑπεύθυνον νομίσας ἑαυτὸν, μετριώτερός τε γένηται ἑαυτοῦ καὶ φέρων ἑαυτὸν τῷ παρ' αὐτοῦ δοκοῦντι ἠδικῆσθαι, ὑποχείριον ποιήσῃ. τοῦτο τοίνυν βασιλεὺς ὁ σὸς ἔγγονος πρότερόν τε φαίνεται ποιήσας, καὶ μᾶλλον ἢ προσῆκε καὶ νῦν οὐχ ἥκιστα. καὶ γὰρ τότε δυνάμενος, εἴπερ ἠβούλετο, τῆς Ῥωμαίων ἡγεμονίας οὐκ ἔλαττον μέρος παρασπάσας ἔχειν, οὐκ ἠθέλησεν, ἀλλὰ φέρων ἑαυτὸν ὑπέταξέ σοι, καὶ ταῦτα μηδεμίαν αἰτίαν πρὸς τὸν πόλεμον ἐκεῖνον παρασχών· καὶ, τὸ μέγιστον, ὅτι, τῆς εἰρήνης γενομένης, πρός σε ἐλθὼν, οὐκ ἠθέλησεν ἔφιππός σοι προσελθεῖν, ὥσπερ νόμος τοῖς βασιλεῦσιν, ἀλλὰ πεζῇ τε προσεκύνησε καὶ ἠσπάσατό σου τὸν πόδα, ὅπερ δουλείας ἀκριβοῦς τεκμήριον ἦν. καὶ νῦν τοῦ πολέμου κινουμένου τουτουῒ, τοσοῦτον χρόνον καθήμενος, δεῖταί σου μὴ τὴν εἰρήνην καταλῦσαι. ἐλθόντων δὲ καὶ τῶν ἀρχιερέων καὶ συγκλητικῶν, οὓς ἔπεμψας πρὸς αὐτὸν, πρῶτον μὲν ἀπέδειξεν ἑαυτὸν μηδὲν ἀδικοῦντα μετὰ πολλοῦ τοῦ περιόντος, ἀλλ' ἀδικούμενον καὶ συκοφαντούμενον· ἔπειτα δὲ καὶ τοῦ μὴ λυθῆναι τὴν εἰρήνην εἶπέ τε πολλὰ καὶ ἔπραξεν ἄξια λόγου, καὶ πρὸς σὲ μεμήνυκε πολλὰ, ἅπερ αὐτός τε ἀκούσας θεῷ τε