88
αὐλισθησόμεθα παρὰ ̔Ραγουὴλ συγγενεῖ σου τυγχάνοντι, ῳ θυγάτηρ Σάρρα ἐστὶ φρονίμη τε καὶ καλή, καὶ λαλήσω περὶ αὐτῆς δοθῆναί σοι εἰς γυναῖκα." ὁ δέ "ἀκήκοα" εφη "τὸ κοράσιον ἐκδεδόσθαι ἀνδράσιν ἑπτά, καὶ πάντας ἐν τῷ νυμφῶνι θανεῖν, οτι ἐρᾷ τούτου δαιμόνιον καὶ τοὺς αὐτὸ μνηστευσαμένους ἀπόλλυσι· καὶ δέδοικα μὴ καὶ αὐτὸς ἀναιρεθῶ παρ' αὐτοῦ." καὶ ὁ αγγελος "ακουσόν μου" φησί, "καὶ μηδείς σοι τοῦ δαιμονίου λόγος. ἐὰν γὰρ ελθῃς εἰς τὸν νυμφῶνα, ανθραξιν ἐπίθες ἐκ τῆς καρδίας τοῦ ἰχθύος καὶ ἐκ τοῦ ηπατος, καὶ φεύξεται τὸ δαιμόνιον τὴν ὀσμὴν αὐτῶν ὀσφρανθέν, καὶ οὐκέτι ἐπανελεύσεται." καὶ εἰσῆλθον εἰς τὸν οικον ̔Ραγουήλ. καὶ μαθὼν ἐκεῖνος περὶ Τωβία οτι υἱός ἐστι τοῦ Τωβίτ, κατεφίλησεν αὐτόν, καὶ ἀκούσας οτι πεπήρωται ὁ Τωβίτ, εκλαυσε· καὶ ἀσμένως αὐτοὺς ἐδέξατο. ὁ δὲ αγγελος εφη τῷ ̔Ραγουὴλ συζεῦξαι αὐτῷ τὴν Σάρραν· κἀκεῖνος κατένευσε, καὶ καλέσας τὴν θυγατέρα καὶ τῆς χειρὸς αὐτῆς λαβόμενος παρέδωκεν αὐτὴν τῷ Τωβίᾳ, καὶ λαβὼν βιβλίον εγραψε συγγραφήν. μετὰ δὲ τὸ δεῖπνον εἰσήγαγον εἰς τὸ ταμιεῖον πρὸς αὐτὴν τὸν Τωβίαν. ὁ δὲ ἀπιὼν ελαβεν ανθρακας, καὶ ἐπιθεὶς ἐκ τῆς καρδίας καὶ τοῦ ηπατος τοῦ ἰχθύος ἐκάπνισε, καὶ ἡ ὀσμὴ τούτων ἐφυγάδευσε τὸ δαιμόνιον. ̔Ραγουὴλ δὲ μεθ' ἡμέραν εστειλε μίαν τῶν παιδισκῶν ἰδεῖν εἰ ζῇ ὁ Τωβίας. τῆς δὲ ἀναστρεψάσης καὶ ζῆν λεγούσης αὐτόν, εὐλόγησεν ὁ ̔Ραγουὴλ τὸν θεόν. ειπε δὲ πρὸς Τωβίαν "ἑορτάσωμεν τοὺς γάμους ἐφ' ἡμέρας δέκα καὶ τέσσαρας, καὶ οὐκ ἐξελεύσῃ ἐντεῦθεν πρὸ τοῦ ταύτας παρελθεῖν. 1.222 καὶ τότε λαβὼν τὴν ἡμίσειαν μοῖραν τῶν ὑπαρχόντων μοι πορεύου, τὰ δέ γε λοιπὰ λήψεσθε θανόντος ἐμοῦ καὶ τῆς τοῦ βίου μοι κοινωνοῦ." φησὶν ουν ὁ Τωβίας πρὸς ̔Ραφαήλ "ἀδελφὲ ̓Αζαρία, λάβε μοι τὸ χειρόγραφον καὶ πορεύθητι ἐν ̔Ράγοις παρὰ Γαμαὴλ καὶ κόμισον τὸ ἀργύριον· εἰ γὰρ χρονίσομεν, ὁ πατήρ μου σφόδρα ὀδυνηθήσεται." καὶ ἀπῆλθεν ὁ αγγελος καὶ ἐνεχείρισε τῷ Γαμαὴλ τὸ χειρόγραφον καὶ ελαβε τὸ ἀργύριον καὶ ὑπέστρεψεν. Ηδη δὲ παρελθουσῶν τῶν τοῦ γάμου ἡμερῶν "ἐξαπόστειλόν με" τῷ ̔Ραγουὴλ ὁ Τωβίας φησί· καὶ λαβὼν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ ημισυ τῶν ὑπαρχόντων τῷ ̔Ραγουὴλ ἀπῄει. αρτι δὲ πλησίον γενομένων τῆς Νινευί, φησὶν ὁ αγγελος πρὸς αὐτόν "προδράμωμεν εμπροσθεν, ἑτοιμάσωμεν τὴν οἰκίαν. λάβε δὲ μετὰ χεῖρας τὴν χολὴν τοῦ ἰχθύος, καὶ ἀνοίξει τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ πατήρ σου, σὺ δὲ εγχρισον αὐτοὺς τῇ χολῇ, καὶ δηχθεὶς διατρίψει αὐτούς, καὶ ἀποβαλεῖ τὰ λευκώματα." ἡ δὲ μήτηρ αὐτοῦ ἐκάθητο τηροῦσα τὴν ὁδόν· καὶ ὡς εγνω τὸν υἱὸν αὐτῆς ἐρχόμενον, σπεύσασά φησι τῷ Τωβίτ "ερχεται ὁ υἱός σου," καὶ προσδραμοῦσα κατεφίλησεν αὐτὸν καὶ ειπεν "ειδόν σε παῖ, καὶ νῦν εἰ θανοῦμαι, οὐ μέλον μοι." Τωβὶτ δὲ ἐξῄει πρὸς τὴν θύραν προσκόπτων. καὶ ὁ Τωβίας αὐτοῦ ἐπελάβετο καὶ ἐπέχρισε τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ συνεδήχθησαν, καὶ διέτριψεν αὐτούς, καὶ ἐλεπίσθη ἀπ' αὐτῶν τὰ λευκώματα. καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ εὐλόγησε τὸν θεόν. καὶ ὡς ἀπηγγέλη τῷ Τωβὶτ τὰ γεγονότα τῷ Τωβίᾳ ἐν Μηδίᾳ, ἐξῆλθε Τωβὶτ εἰς συνάντησιν τῆς νύμφης αὐτοῦ, καὶ ἰδὼν αὐτὴν εὐλόγησεν αὐτήν. οἱ δὲ ἐν τῇ Νινευὶ ὁρῶντες αὐτὸν βλέποντα, καὶ ἀκη1.223 κοότες οσα ἐποίησεν ὁ θεὸς μεγαλεῖα, ἐθαύμαζον. ειπε δὲ Τωβὶτ τῷ υἱῷ αὐτοῦ "δὸς δή, τέκνον, τὸν μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι, μᾶλλον μέντοι καὶ προσθεῖναι αὐτῷ δεῖ." ὁ δέ "πάτερ" εφη, "δίκαιόν ἐστι τὰ ἡμίση λαβεῖν ων ἐνήνοχα." καὶ ειπε τῷ ̔Ραφαήλ "λάβε μοι, ἀδελφὲ ̓Αζαρία, τὸ ημισυ πάντων ων ἐνηνόχαμεν, καὶ πορεύου ὑγιαίνων." τότε καλέσας κατὰ μόνας τοὺς δύο ὁ αγγελος ἀπήγγειλεν απαν τὸ μεγαλεῖον ο ἐποίησε μετ' αὐτῶν ὁ θεός, καὶ ειπεν ειναι ὁ ̔Ραφαήλ, καὶ μὴ ἀφ' ἑαυτοῦ παραγενέσθαι, ἀλλὰ σταλῆναι ὑπὸ θεοῦ. καὶ παρῄνεσεν αὐτοὺς εὐλογεῖν τὸν θεὸν καὶ ἐξομολογεῖσθαι οσα ἐποίησε μετ' αὐτῶν. "μυστήριον μὲν γὰρ βασιλέως" εφη "κρύπτειν καλόν, τὰ δὲ εργα τοῦ θεοῦ ἀνακηρύττειν ἐνδόξως." οἱ δὲ ἀκούσαντες ταῦτα επεσον ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἀναστάντες οὐκέτι αὐτὸν ειδον, καὶ