ξίφει χρήσασθαι καὶ ἐμβρυοτομῆσαι τὸ παιδίον, καὶ λοιπὸν εὑρίσκεται ἀπὸ θανάτου εἰς θάνατον καὶ ἀπὸ σκότους εἰς σκότος χωροῦν, οὕτως ἀνάλαβε καὶ εἰς τὸ πνευματικόν. ὅσοι ὑπεδέξαντο τὸν σπόρον τῆς θεότητος, οὗτοι ἀοράτως ἔχουσιν αὐτόν, καὶ διὰ τὴν σύνοικον αὐτοῖς ἁμαρτίαν ἐν σκοτεινοῖς καὶ φοβεροῖς τόποις εἰσίν. ἐὰν οὖν οὗτοι ἀσφαλίσωνται τὸ σπέρμα, ὅπερ ἔλαβον, ἀναγεννῶνται εἰς τὸ φανερόν, καὶ λοιπὸν ἐν τῇ διαλύσει τοῦ σώματος οἱ ἄγγελοι καὶ ὁ χορὸς ὁ ἄνω ἱλαροῖς προσώποις ὑποδέχονται αὐτοὺς εἰς τὰς ἀγκάλας αὐτῶν. ἐὰν δὲ ὑποδεξάμενός τις τὰ ὅπλα τοῦ κυρίου εἰς τὸ πολεμῆσαι μὴ ἀνδρίσηται γενναίως, ἀλλὰ χαυνωθῇ καὶ ἐκλυθῇ, εὐθέως παραδίδοται τοῖς ἐχθροῖς καὶ ἐν τῇ διαλύσει τοῦ σώματος ὁ τοιοῦτος εὑρίσκεται ἀπὸ σκότους τοῦ νῦν περιέχοντος αὐτὸν εἰς ἄλλο χαλεπώτερον σκότος καὶ ἀπώλειαν χωρῶν. Ὥσπερ ἵνα ᾖ παράδεισος ἔχων δένδρα καρποφόρα καὶ ἄλλα φυτὰ εὐώδη, καὶ ὅλος καλῶς εἰργασμένος καὶ πεφιλοκαλημένος, καὶ ἔχει μικρὸν τεῖχος ἀντὶ θριγγίου τὸ φυλάσσον αὐτόν. συμβῇ δὲ ἐκεῖ ποταμὸν ὁρμητιαῖον διέρχεσθαι. λοιπὸν ἐὰν μικρὸν τὸ ὕδωρ προσκλύσῃ τὸ τεῖχος καὶ ὑποφθείρῃ τὸν θεμέλιον, λαμβάνει ἀγωγὴν καὶ κατὰ μικρὸν μικρὸν λύει τὸν τριγχὸν καὶ διαρρήσσει καὶ ἐκριζοῖ τὰ φυτὰ καὶ πᾶσαν τὴν ἐργασίαν ἀφανίζει καὶ ἄκαρπον ποιεῖ, οὕτως ἐστὶ καὶ ἡ καρδία τοῦ ἀνθρώπου. ἔχει τοὺς λογισμοὺς τοὺς καλοὺς καὶ τοὺς κακούς, καὶ πλησιάζουσι πάντοτε οἱ ποταμοὶ τῆς κακίας τῇ καρδίᾳ, θέλοντες αὐτὴν καταβαλεῖν καὶ ῥίψαι εἰς τὸ ἴδιον μέρος. λοιπὸν οὖν ἐὰν ᾖ μικρὸν ὁ νοῦς κοῦφος καὶ εἴξῃ τοῖς ἀκαθάρτοις λογισμοῖς, οὐ καλῶς, τοῖς κακοῖς, οἱ πλησιάζουσι πάντοτε, διὰ τῆς πλάνης εἰσῆλθον καὶ κατέστρεψαν τὰ ἐκεῖ κάλλη καὶ ἠφάνισαν τοὺς ἀγαθοὺς λογισμοὺς καὶ ἠρήμωσαν τὴν ψυχήν. Ὥσπερ ἐστὶν ὁ ὀφθαλμὸς μικρὸς παρὰ ὅλα τὰ μέλη καὶ αὐτὴ ἡ κόρη μικρὰ οὖσα μέγα ἐστὶν σκεῦος, βλέπει γὰρ ὑφ' ἓν οὐρανὸν ἀστέρας, ἥλιον, σελήνην, πόλεις καὶ ἄλλα κτίσματα· ὁμοίως καὶ αὐτὰ τὰ ὁρώμενα ὑπὸ τὸ ἕν, εἰς τὴν μικρὰν κόρην τοῦ ὀφθαλμοῦ ἐνμορφοῦται καὶ ἐνεικονίζεται, οὕτως ἐστὶν καὶ ὁ νοῦς εἰς τὴν καρδίαν. καὶ αὐτὴ ἡ καρδία μικρόν τι σκεῦός ἐστιν, καὶ ἐκεῖ οἱ λέοντες, ἐκεῖ οἱ δράκοντες, ἐκεῖ φωλεύει τὰ πνεύματα τῆς πλάνης, ἐκεῖ τὰ ἰοβόλα θηρία καὶ ὅλοι οἱ θησαυροὶ τῆς κακίας, ἐκεῖ αἱ τραχύτητες, ἐκεῖ αἱ φάραγγες, ἐκεῖ αἱ ἀνώμαλοι ὁδοί, ὁμοίως πάλιν ὅταν φωτισθῇ, ἐκεῖ ὁ θεός, ἐκεῖ οἱ ἄγγελοι, ἐκεῖ ἡ ζωή, ἐκεῖ τὸ φῶς, ἐκεῖ αἱ πόλεις αἱ οὐράνιαι, ἐκεῖ οἱ ἀπόστολοι, ἐκεῖ οἱ θησαυροὶ τῆς βασιλείας, ἐκεῖ τὰ πάντα ἐστίν. Ὥσπερ ἐστὶν ὁμίχλη ἐπικειμένη εἰς ὅλην τὴν οἰκουμένην τῷ ἀέρι καὶ τοῖς ὄρεσι, καὶ ἄνθρωπος ἄνθρωπον οὐ βλέπει, οὕτως ἐστὶ καὶ τὸ σκότος τοῦτο τοῦ πονηροῦ ἐπικείμενον πάσῃ τῇ κτίσει καὶ πάσῃ ψυχῇ ἀνθρώπου ἐκ τῆς παραβάσεως. ὁ ἐπισκιαζόμενος ὑπὸ τοῦ τοιούτου σκότους ὡς ἐν νυκτί ἐστι, καὶ ἐν φοβεροῖς τόποις ἔχει τὴν διαγωγήν. Ὥσπερ καπνοῦ πλῆθος εἰς ἕνα οἶκον τυγχάνον, οὕτως ἐστὶ καὶ ἡ ἁμαρτία ὡς καπνοῦ πλῆθος μετὰ τῶν λογισμῶν αὐτῆς τῶν ῥυπαρῶν ἐγκαθεζομένη καὶ ἐφέλκουσα εἰς τοὺς λογισμοὺς ἄπειρον πλῆθος δαιμόνων. Ὥσπερ οὖν ὅτε ἐν τοῖς φαινομένοις εἴη πόλεμος συγκροτούμενος· οὐκ ἀπέρχονται οἱ σοφοὶ καὶ οἱ μεγιστᾶνες εἰς πόλεμον, ἀλλὰ φοβούμενοι τὸν θάνατον ἀπομένουσιν, καὶ λοιπὸν προβάλλονται οἱ τίρωνες καὶ οἱ πένητες καὶ οἱ ἰδιῶται, καὶ συμβαίνει, ὅτι νίκην κατεργάζονται κατὰ τῶν πολεμίων καὶ διώκουσιν αὐτοὺς ἀπὸ τῶν ὁρίων καὶ λοιπὸν τὰ ἐπινίκια καὶ τοὺς στεφάνους λαμβάνουσι παρὰ τοῦ βασιλέως καὶ ἔρχονται εἰς προκοπὰς καὶ ἀξιώματα καὶ ἐκεῖνοι οἱ μεγάλοι οἱ ἐναπομείναντες εἰς τὰ οἰκεῖα αὐτῶν ὀπίσω πάντων εὑρίσκονται, οὕτως ἐστὶ καὶ εἰς τὸ μέρος τὸ πνευματικόν. οἱ ἰδιῶται ἐξ ἀρχῆς ἀκούσαντες τὸν λόγον, φιλαλήθει λογισμῷ οὗτοι τὸ ἔργον ποιοῦσιν καὶ ἐμπίπτουσιν εἰς ἀγῶνα χάριτος καὶ πόλεμον ποιοῦσιν καὶ διδόασιν καὶ λαμβάνουσιν κατὰ ἀλλήλων