ἄλλαις πόλεσι καὶ μηδένα κυδοιμὸν ὑποπτεύοντας. σπουδαίως οὖν 246 εἰσελθὼν εἰς τὴν βασιλεύουσαν, πρὸ τοῦ τὴν ἰδίαν οἰκίαν καταλαβεῖν παρῆλθον εἰς τὰ βασίλεια, καὶ τῷ λογοθέτῃ Νικηφόρῳ πρὸς λόγους ἐλθὼν πάντα τὰ συνενεχθέντα προσήγγειλα, καὶ τὸ ποιητέον αὐτῷ συνεβούλευσα, καὶ ὡς ὅτι τάχιστα χρὴ τήν τε Ῥαιδεστὸν χρυσοβούλλῳ λόγῳ κατακοιμίσαι καὶ φιλανθρώποις δεξιώσεσιν οἰκειώσασθαι, καὶ τὰς ἄλλας πόλεις ὡσαύτως, καὶ τὸ στρατιωτικὸν ἐς ταὐτὸν συναθροῖσαι, καὶ παραλῦσαι τὴν τῶν πλείστων πρὸς τὸν ἀποστάτην συνάθροισιν· ἀπῆν γὰρ ἔτι τῆς Ἀδριανουπόλεως οὐ μικρὸν ἄποθεν, ὅτε καὶ τῷ Βασιλάκῃ, τῷ ἀποσταλέντι μετ' αὐτὸν δουκὶ ∆υρραχίου, παρατυχὼν ἐντὸς τοῦ ἄστεος τῆς Θεσσαλονίκης περὶ τῆς ἀρχῆς ἠμφισβήτησε· καὶ εἴπερ δεξιῶς τοῖς πράγμασιν ὁ Βασιλάκιος τῷ τότε ἐχρήσατο, κατεπολέμησεν ἂν τοῦτον ἐν ἀρχῇ τῆς ἀποστάσεως σαλεύοντα. ὁ δὲ λογοθέτης ἐν μειδιάματι ποιούμενος τὰ παρ' ἐμοῦ τούτῳ μετὰ σπουδῆς εἰσηγούμενα, μετεωρισμοῖς τισὶ καὶ ἀναβολαῖς τὰ μηδὲ μικρᾶς ὑπερθέσεως δεόμενα παραδέδωκεν, ἕως τοῦ πάθους φλεγμαίνοντος τὴν ἰατρείαν ἐπεχείρησε μέν, ἔγνω δὲ μάτην παρακινῶν τὰ ἀκίνητα. καὶ τότε πάλιν ᾐσθόμην ὡς καλῷ τὸ κακὸν ἰᾶσθαι ὀλίγοι τῶν ἐν ἡμῖν ἀνθρώπων δεδύνηνται. Καταλαβὼν οὖν εἰς Τραϊανούπολιν ὁ Βρυέννιος συνηντήθη παρὰ τοῦ ἀδελφοῦ καὶ τῶν συναραμένων αὐτῷ Φράγγων καὶ Μακεδονικῶν παρατάξεων. παρήχθησαν δ' αὐτῷ καὶ 247 τὰ τῆς βασιλείας παράσημα, οἵ τε ἵπποι μετὰ τῶν δίφρων καὶ τὰ ἐρυθρὰ καὶ βασίλεια πέδιλα. καὶ κατασφαλισάμενος πάντας ὅρκοις καὶ συνθήκαις συχναῖς, μὴ ἂν ἀθετῆσαι τοῦτον ἄχρι καὶ τελευταίας πνοῆς, οὕτω τὴν ἁλουργίδα μετ' εὐφημίας καὶ δορυφορίας ἀπειλήφει πολλῆς, καὶ τοὺς πόδας τοῖς ἐρυθροῖς μεταμείψας πεδίλοις καὶ εἰς αὐτοβαφὲς ἐπαναβὰς ὄχημα μετὰ πολλῆς ἀγερωχίας καὶ φρονηματισμοῦ καὶ τῆς τοῦ στρατοῦ βοῆς καὶ ἠχῆς εἰς Ἀδριανούπολιν ᾤχετο, ἄρτι τοῦ νοεμβρίου μηνὸς ἐπιστάντος, ὅτε κατηφὴς ὁ ἀὴρ ἐκ τῆς τοῦ μεγάλου φωστῆρος ὑποχωρήσεως, πρὸς τὸ ταυρικὸν ζώδιον ἀπιόντος, καὶ στυγνὸς καταφαίνεται. αἰχμάλωτος δὲ τηνικαῦτα ληφθεὶς ὁ πρόεδρος Κωνσταντῖνος ὁ Θεοδωροκάνος, ἀνὴρ ἔνδοξος καὶ γένους ἐπισημότητι καὶ βίου λαμπρότητι καταφανὴς καταγινωσκόμενος, οὐ καλῶς μὲν οὐδὲ δικαίως παρ' αὐτοῦ προσεδέχθη καὶ ὡς εἷς τῶν ἀγενῶν παρωράθη, οὐ μὴν δὲ σωματικὴν τιμωρίαν ὑπέστη, καίτοι γε ταύτην ὑποπτεύων διὰ προηγησαμένας ἔχθρας καὶ μάχας κεφαλικάς. φυγαδευθεὶς δὲ πρός τινα τῶν Μακεδονικῶν πόλεων μετ' οὐ πολὺ τῷ χρεὼν ἐλειτούργησεν· εἴτε φυσικῷ θανάτῳ εἴτ' ἐξ ἐπιβουλῆς κερασθέντος, οὐδεὶς ἀκριβῶς ἐπίσταται. Ἐν δὲ τῷ μέλλειν εἰσελάσαι τὸν Βρυέννιον εἰς Ἀδριανούπολιν πᾶσα σχεδὸν ἡ πόλις τὴν προεκκειμένην περίχωρον κατελάμβανε, καὶ ἦν τὸ πλῆθος ἀγεληδὸν διακεχυμένον εἰς τὸ 248 πεδίον, τὴν πρόοδον αὐτοῦ ἐκδεχόμενον. ὡς δ' ἀνεφάνησαν τὰ σημεῖα καὶ προσεχώρουν αἱ παρατάξεις αὐτοῦ, βαρεῖαν ἀπαγγέλλουσαι τὴν αὐτοῦ ἐπιφοίτησιν, καὶ τὰ κέρατα πανταχόθεν φοβερόν τι καὶ καταπληκτικὸν ἐπεσήμαινον, κἀκεῖνος ἐν παρασήμοις παρὰ πλείστων δορυφορούμενος κατελάμβανε, διατάξαντες δὲ ἑαυτοὺς στοιχηδὸν οἱ πρὸς θέαν ἐξιόντες πολῖται, οἵ τε στρατιῶται τὰς ἀσπίδας προτείνοντες καὶ τὰς αἰχμὰς τῶν ὅπλων ἐπισυναίροντες, ἠχή τε τῶν βυκίνων καὶ τῶν σαλπίγγων ἐγίνετο καὶ τὸ τῆς εὐφημίας ἤρθη παρὰ πάντων περίοπτον, ἔδοξαν οἱ πλείους τὴν παρουσίαν αὐτοῦ βασιλέως μεγίστου καὶ δυνατωτάτου καθίστασθαι· κἀκεῖνος ὑπεράνω παντὸς λόγου ἑαυτὸν λογισάμενος, μεστὸς ἐλπίδων καὶ αὐχήματος εἰς τὴν ἐνεγκαμένην αὐτὸν εἰσελήλυθε πόλιν. ἦσαν δὲ ταῦτα, ὡς ὕστερον τὸ πρᾶγμα τὸν ἔλεγχον δέδωκε, πιθήκων ἢ γεράνων ὁρμήματα καὶ νεανιεύματα· ἔνθα γὰρ θεὸς οὐ συνευδοκεῖ καὶ ψηφίζεται, καὶ πρᾶξις εὐθυτάτη καὶ θεοφιλὴς διάνοια τὴν ἄνωθεν οὐκ ἐκκαλεῖται βοήθειαν, φροῦδον ἅπαν