τά τε ὕπερθεν οὐρανοῦ καὶ τὰ νέρθεν πολυπραγμονοῦντες τῆς γῆς. καὶ ὁ μέν τις ὑμῶν τὸ περὶ τὴν χρυσῆν ἅλυσιν, ἕτερος δὲ τὸ περὶ τὴν αἰώραν, καὶ ἁπλῶς ἄλλος περὶ ἄλλο τι τοῦ μύθου, ἢ περὶ πάντα λιχνεύεσθε σύμπαντες· ἐγὼ δὲ καὶ πρὸς μὲν τὸ χαλεπώτατον τῆς ἀναλογίας ὁρῶν ἀποδειλιῶ, οὐχ ἥκιστα δὲ ὅτι μὴ Ἑλληνικῶς τὰ Ἑλληνικὰ ἀλληγορέειν ἐμὲ βούλεσθε μόνον, ἀλλὰ καὶ πρὸς τὰς ἡμετέρας δόξας μεταβιβάζειν τὰ παρ' ἐκείνοις ἀπόρρητα. ἀλλ' εἰ δοκεῖ πρότερον οἰκείως αὐτοῖς ἑπόμενοι Ἑλληνιστὶ ῥαψῳδήσωμεν ἢ ἀλληγορήσωμεν, εἶτα καὶ τῷ ἡμετέρῳ ποτίμῳ νάματι τὸ ἁλμυρὸν αὐτοῖς ἀποκλύσωμεν. Φησὶν οὖν ὁ παρ' ἐκείνοις Ζεὺς τῶν μετ' αὐτὸν θεῶν ἀποπειρώμενος ὅτι «χρυσῆν ἐξ οὐρανοῦ σειρὴν καθείς, ἢν κοινῶς ἅψοισθε σύμπαντες, ἐγὼ μὲν μεθ' ὑμῶν ταύτην εὐπετῶς ἀνελκύσαιμι, ὑμῖν δὲ ἀνθέλκουσιν ἔσται οὐδ' ὁτιοῦν· εἶτα δὴ ἀνελκύσας πάντας ὑμᾶς τοὺς θεούς, ὅσοι τε ἄρρενες καὶ ὅσαι θήλειαι, τὴν μὲν σειρὴν ὄρους ἀκρωτηρίῳ τινὸς ᾧ ἂν ἐθέλοιμι ἀποδεσμήσαιμι, ὑμᾶς δὲ ἄνευ δεσμοῦ μετεωριῶ.» τοιοῦτον μὲν τὸ τοῦ Ζηνὸς τοῦτο γαυρίαμα, εἴτε τίς ἐστιν ὕπατος τῶν ἄλλων θεῶν εἴτε Κρόνου υἱός. Ἐγὼ δὲ πρὸς ταῦτα φήσαιμ' ἂν ἐκεῖνο, ὡς ὁ ποιητὴς οὗτος ἱκανῶς τοῖς Ὀρφικοῖς ἀπορρήτοις προσομιλήσας οὐ γυμνὰ προφέρει τὰ πράγματα, ὥσπερ ἐκείνου νόμος, ἀλλ' ἐνειλήσας αὐτὰ τῷ ἐκ τοῦ μύθου κόπρῳ, ὥς τις ἄλλος τὸν ∆ία, προτίθεται τοῖς ἀκροαταῖς. ἀλλ' ὑμεῖς μὲν οὕτως ἐχόντων οὐκ ἂν αὐτῶν γεύοισθε· ἢν δ' ἀφέλωμαι τὴν περιβολήν, ὥσπερ δέρας τοῦ τεθυμένου ἱερείου, τάχ' ἂν ὑμῖν φανείη τὸ δεδομένον ἐδώδιμον. Ἔστιν οὖν οὗτος ὁ Ζεὺς οὔθ' ὁ μετὰ τὸν Κρόνον πλάνης οὔτε ὁ ἐξ ἐκείνου φύς, ἀλλ' ὁ παρ' αὐτοῖς εἰσαγόμενος δημιουργὸς τῷ παντί, ὃν δὴ ὁ Κρόνος μὲν ἀπεγέννησεν, ἀρχηγικώτερος δὲ γεννήτωρ ὑπάρχει, τὸ ἕν. οἱ γὰρ θεολογικώτεροι τῶν Ἑλλήνων τὸ πρῶτον ἀγέννητον τῇ τῆς πληθύος ὑπεξαιρέσει ἓν ὀνομάζουσιν, ἀφ' οὗ δὴ γεννῶσι τὸν νοῦν, ὅν, ἐπειδὴ ἀμέσως τοῦ ἑνὸς ἀπολαύει, Κρόνον κικλήσκουσιν, ἤγουν κεκορεσμένον νοῦν καὶ πληρέστατον· ἀφ' οὗ τὸν δημιουργὸν ἀπογεννήσαντες πρὸς τὴν κοσμογένειαν εἰσάγουσι, διὸ Ζῆνα ὀνομάζουσι καὶ ∆ία, ∆ία μὲν ὡς αἴτιον τῆς τῶν ὅλων ὑπάρξεως καὶ ὅτι διὰ πάντων τῶν ὄντων φοιτᾷ, Ζῆνα δὲ ὅτι αὐτὸς τὰς διαφόρους κινήσεις καὶ τὰς ἐξαλλαγὰς τῶν ζωῶν τοῖς οὖσιν ἐνδίδωσι. μετὰ δὲ τοῦτον τὰς λοιπὰς θεογονίας παραδιδόασι, θεοὺς καὶ θεαίνας, ἀγγέλους καὶ ἀγγελίδας, δαίμονας καὶ δαιμονίδας, ἥρωάς τε καὶ ἡρωίνας. πολλὴ γὰρ ἡ τοιαύτη τῶν ὀνομάτων χρῆσις παρά τε τῷ Πλατωνικῷ Ἰαμβλίχῳ καὶ Πρόκλῳ τῷ διαδόχῳ τῶν ἐκείνου δογμάτων. ναὶ μὴν ἀλλὰ καὶ Πορφύριος πολλαχοῦ χρῆται ταῖς τοιαύταις προσηγορίαις, πρὸ δὲ πάντων οἱ ἐπὶ τοῦ Μάρκου Ἰουλιανοί· ὁ μὲν γάρ τις αὐτῶν πρεσβύτερος ἦν, ὁ δὲ νεώτερος. περὶ δὲ τοῦ νεωτέρου, ἵνα τι μικρὸν ἐκκόψω τὸν λόγον, καὶ τοιοῦτον ἐπιθρυλλεῖται φλυάρημα, ὡς ὁ πατήρ, ἐπεὶ γεννῆσαι τοῦτον ἔμελλεν, ἀρχαγγελικὴν ᾔτησε ψυχὴν τὸν συνοχέα τοῦ παντὸς πρὸς τὴν τούτου ὑπόστασιν, καὶ ὅτι γεννηθέντα τοῖς θεοῖς πᾶσι συνέστησε καὶ τῇ Πλάτωνος ψυχῇ Ἀπόλλωνι συνδιαγούσῃ καὶ τῷ Ἑρμῇ, καὶ ὅτι ταύτην ἐποπτεύων ἔκ τινος τέχνης ἱερατικῆς ἐπυνθάνετο περὶ ὧν ἐβούλετο. Ἀλλὰ ταῦτα μὲν ὁ ἐκείνων μῦθος. ὁ δέ γε δημιουργὸς οὗτος Ζεύς, πρώτας καὶ δευτέρας τάξεις παραστήσας θεῶν, οἷόν τινα σύμπνοιαν ὁμονοητικὴν χρυσῆν ταύτην σειρὴν ἐγκατέθετο· σύμβολον γὰρ ἡ σειρὴ τῆς δι' ἀλλήλων συμπλοκῆς καὶ συνθέσεως. οὕτω τοιγαροῦν τὰ μὲν δεύτερα τῶν πρώτων, τὰ δὲ τρίτα τῶν δευτέρων, καὶ τὰ ἐφεξῆς τῶν προσεχῶν ἔχεται ξύμπαντα καὶ τῇ πρώτῃ ἀρχῇ ἐπεστήρικται, ἥτις ἐστὶν ὁ παρ' Ἕλλησι Ζεύς. ἀλλ' αἱ μὲν ἐξηρτημέναι φύσεις καὶ τῷ πρώτῳ συνδεδεμέναι θεῷ οὐκ ἂν ἐφ' ἑαυτὰς τὸν ∆ία καταβιάσωνται, ἐκεῖνος δὲ ῥᾷστα ἂν πρὸς ἑαυτὸν ξύμπαντας ἀνασπάσειε· τὰ μὲν γὰρ χείρονα ἐπιστροφὴν ἔχει πρὸς