μιμούμενοι τὴν ἐκείνου 32.18.234 πτῶσιν πίπτουσιν οἱ ἁμαρτάνοντες. ὡς γὰρ ἐκεῖνος ἐν θεότητι τυγχάνων πέπτωκεν, οὕτω καὶ πρὸς οὓς ὁ λόγος φησὶ τὸ «Ἐγὼ «εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες», ἀποπεσόντες τῆς μα καριότητος, οὐ προηγουμένως ὄντες ἄνθρωποι, ὡς ἄνθρωποι ἀπο 32.18.235 θνήσκουσιν καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτουσιν. νομίζω δὲ καὶ θαυμαστικῶς εἰρῆσθαι τοιούτῳ νῷ τὸ λεγόμενον· ὁ παραδώσων με οὐκ ἀλλότριος τῶν ἐμῶν μαθητῶν ἐστιν, ἀλλ' οὐδὲ εἷς τῶν πολλῶν μαθητῶν, ἀλλὰ εἷς τῶν ἐν ἐκλογῇ μοι τετιμημένων ἀποστόλων. 32.18.236 πολλοὶ μὲν οὖν, καταψηφιζόμενοι τοῦ Ἰησοῦ, φασίν· «Σταύρου, 32.18.237 «σταύρου αὐτόν» καὶ «Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον». τὸ δὲ παραδοῦναι αὐτὸν ἔργον ἦν ἑωρακότος καὶ νενοηκότος αὐτόν· διδά σκαλον γὰρ αὐτὸν ἐπιστάμενος τῶν τηλικῶνδε καὶ τοσῶνδε μαθη μάτων, ἃ κατ' ἰδίαν μετὰ τῶν ἀποστόλων ἤκουσεν, καὶ κύριον αὐτὸν εἰδώς, παραδιδοὺς αὐτόν, ὃ ἔγνω μέγεθος αὐτοῦ παρέδωκεν, οὐκ ἂν ποιήσαντος τοῦτό τινος τὸ μέγεθος αὐτοῦ μὴ τεθεωρηκότος. 32.18.238 τὸν μὲν γὰρ μέγαν παραδέδωκεν, οὐ καθ' ὃ μέγας ἐστίν, ἐπεὶ μὴ εἶδεν καθ' ὃ μέγας ἐστίν· ὁ δὲ καὶ μαθὼν πῶς μέγας ἦν καὶ ἀκροατὴς γενόμενος τοῦ μεγέθους τῆς ἐν αὐτῷ σοφίας καὶ λόγου καὶ χάριτος καὶ προδοὺς αὐτόν, προέδωκεν ὅλον καθ' ὃ εἶδεν μέ 32.18.239 γεθος. διὰ τοῦτο συνέφερεν αὐτῷ εἰ μὴ ἐγεννήθη, εἴτε τὴν τῆς παλιγγενεσίας γένεσιν, ὡς ἂν βαθύτερόν τις ἀκούσαι, εἴτε καὶ τὴν κοινότερον νοουμένην· περὶ ἧς ὁ πραγμάτων ἑαυτὸν ἀπαλλάττειν θέλων, καὶ ζητήσας ὅτι ᾧ συμφέρει, ὄντι συμφέρει, καὶ ὑπονοήσας ὅτι οὐκ ἂν μὴ ὄντι αὐτῷ συνέφερεν, ἐπὶ τὴν δευτέραν κατελθὼν διήγησιν, ἐκείνην μᾶλλον παραδέξεται. 32.19.n Ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει. 32.19.240 Εἰ μὲν προφανὴς ἦν τοῖς Ἰησοῦ μαθηταῖς ἡ τοῦ Ἰούδα κακία, κἂν ἔγνωστο, εἰπόντος τοῦ σωτῆρος ὅτι «Εἷς ἐξ ὑμῶν «παραδώσει με», τίς ἦν ὁ παραδώσων τὸν διδάσκαλον. νυνὶ δὲ βλέπουσιν «εἰς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει». 32.19.241 καὶ γὰρ Ἰούδας τάχα μὲν ἐκ προτέρων χρηστοτέρων ἐδυσώπει τοὺς ἀποστόλους πρὸς τὸ μηδὲν ὑπονοῆσαι περὶ αὐτοῦ φαῦλον· τάχα δὲ καὶ τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν, ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης, οὐκ ἦν τῆς πονηρίας ἐξ ὅλων· λείμματος γὰρ προαιρέσεως ἀγαθῆς ὑπάρχοντος ἐν αὐτῷ, ἰδὼν ὅτι κατεκρίθη, ἡνίκα «δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτῳ «τῷ ἡγεμόνι», «μεταμεληθεὶς ἔστρεφεν τὰ τριάκοντα ἀργύρια τοῖς «ἀρχιερεῦσι καὶ πρεσβυτέροις λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον»· ὅτε εἰπόντων αὐτῶν· «Τί πρὸς ἡμᾶς; σὺ ὄψῃ»· ῥίψας ὁ φιλάργυρος Ἰούδας τὰ ἀργύρια «ἀπελθὼν ἀπήγξατο», μηδὲ περιμείνας ἰδεῖν τοῦ 32.19.242 περὶ τὸν Ἰησοῦν παρὰ τῷ Πιλάτῳ κρίματος τὸ τέλος. καὶ γέγονεν αὐτῷ οὔτε καθαρὰ ἀπὸ ἁμαρτίας μετάνοια, οὔτε ἄκρατος πρός τι χρηστότερον ἡ πονηρία. εἰ μὲν γὰρ καθαρῶς μετενόει κἂν ὡς ὁ λῃστὴς εἰπών· «Μνήσθητί μου, Ἰησοῦ, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ «σου», προσελθὼν τῷ σωτῆρι ἐποίει τὰ παρ' αὐτοῦ, πρὸς τὸ ἐξιλά 32.19.243 σασθαι αὐτὸν ἐπὶ τῇ φθασάσῃ γεγονέναι προδοσίᾳ. εἰ δὲ πάντη τὴν τοῦ καλοῦ ἔννοιαν ἐξεληλακὼς ἦν τῆς ἑαυτοῦ ψυχῆς, οὔτ' ἂν μετ εμελήθη ἰδὼν ὅτι κατεκρίθη ὁ Ἰησοῦς· ἀλλὰ καὶ προσετίθει ἂν λό 32.19.244 γους κατηγορῶν αὐτοῦ συγγενεῖς τῇ προδοσίᾳ· ἀλλὰ καὶ ἀπολαύων ἂν ὡς φιλάργυρος ὧν ἔλαβεν τριάκοντα ἀργυρίων, «τὴν τιμὴν τοῦ «τετιμημένου», οὔτ' ἂν ἐβουλεύσατο ἀπώσασθαι τὰ ἀργύρια οὔτ' ἂν ἔστρεψεν αὐτὰ τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις, οὔτ' ἂν ἐπ' αὐτῶν ἐκείνων ἐξωμολογήσατο, αὑτοῦ μὲν κατηγορῶν, τὸν <δὲ> διδάσκαλον 32.19.245 καὶ ἐγκωμιάζων ἐν τῷ· «Ἥμαρτον παραδοὺς αἷμα δίκαιον». ἀλλὰ καὶ τὸ ἀπάγξασθαι αὑτὸν οὐδεὶς ἄλλος ἐποίησεν ἢ ὁ βεβληκὼς αὐτοῦ εἰς τὴν καρδίαν ἵνα παραδῷ τὸν σωτῆρα· καὶ τόπον γε κατ' ἀμφότερα ἔδωκεν τῷ διαβόλῳ. 32.19.246 Ταῦτα δὲ κατὰ δύναμιν ἐπεξειργασάμην ἅμα μὲν παριστὰς τοῖς οἰομένοις αὐτὸν φύσει γεγονέναι ἀνεπίδεκτον σωτηρίας, ὅτι οὐ τοιοῦ τος ἦν, ἅμα δὲ